Τοὺς ἰδιώτας ὧδε χρὴ διαιτᾶσθαι· τοῦ μὲν χειμῶνος ἐσθίειν

ὡς πλεῖστα, πίνειν δ' ὡς ἐλάχιστα, εἶναι δὲ τὸ πόμα οἶνον ὡς ἀκρη-

τέστατον, τὰ δὲ σιτία ἄρτον καὶ τὰ ὄψα ὀπτὰ πάντα, λαχάνοισι

δὲ ὡς ἐλαχίστοισι χρέεσθαι κατὰ ταύτην τὴν ὥρην· οὕτω γὰρ ἂν

μάλιστα τὸ σῶμα ξηρόν τε εἴη καὶ θερμόν. ῾Οκόταν δὲ τὸ ἔαρ ἐπι-

λαμβάνῃ, τότε χρὴ πόμα πλέον πίνειν οἶνον ὑδαρέστερον καὶ κατ'

ὀλίγον, καὶ τοῖσι σιτίοισι μαλακωτέροισι χρέεσθαι καὶ ἐλάσσοσι, καὶ

τὸν ἄρτον ἀφαιρέοντα μάζαν προστιθέναι, καὶ τὰ ὄψα κατὰ τὸν αὐ-

τὸν λόγον ἀφαιρέειν, καὶ ἐκ τῶν ὀπτῶν πάντα ἑφθὰ ποιέεσθαι, καὶ

λαχάνοισιν ἤδη χρέεσθαι τοῦ ἦρος ὀλίγοισιν, ὅκως ἐς τὴν θερίην κα-

ταστήσεται ὥνθρωπος τοῖσί τε σιτίοισι μαλακωτέροισι χρεόμενος

καὶ τοῖσιν ὄψοισιν ἑφθοῖσι καὶ λαχάνοισιν ἑφθοῖσι καὶ ὠμοῖσιν·

ὡσαύτως καὶ τοῖσι πόμασιν, ὡς ὑδαρεστάτοισι καὶ πλείστοισιν, ἀλλ'

ὅκως μὴ μεγάλη ἡ μεταβολὴ ἔσται κατὰ μικρὸν μὴ ἐξαπίνης χρεο-

μένῳ. Τοῦ δὲ θέρεος τῇ τε μάζῃ μαλακῇ τρέφεσθαι καὶ τῷ ποτῷ

ὑδαρέϊ καὶ πολλῷ καὶ τοῖσιν ὄψοισι πᾶσιν ἑφθοῖσιν· δεῖ γὰρ χρέ-

εσθαι τουτέοισιν, ὁκόταν τὸ θέρος ᾖ, ὅκως ψυχρὸν ᾖ τὸ σῶμα καὶ

μαλακόν· καὶ γὰρ ἡ ὥρη θερμή τε καὶ ξηρὴ, καὶ ποιέει τὰ σώματα

καυματώδεα καὶ αὐχμηρά· δεῖ οὖν τοῖσιν ἐπιτηδεύμασι τουτέοισιν

ἀλέξασθαι. Κατὰ δὲ τὸν αὐτὸν λόγον, ὥσπερ ἐκ τοῦ χειμῶνος ἐς τὸ

ἦρ, οὕτω καὶ ἐκ τοῦ ἦρος ἐς τὸ θέρος καταστήσεται, τῶν μὲν σι-

τίων ἀφαιρέων, τῷ δὲ ποτῷ προστιθείς· καὶ οὕτω τὰ ἐναντία ποιέ-

οντα καταστῆσαι ἐκ τοῦ θέρεος ἐς τὸν χειμῶνα. ᾿Εν δὲ τῷ φθινο-

πώρῳ πάλιν τὰ μὲν σιτία πλέω ποιεύμενον καὶ ξηρότερα καὶ τὰ ὄψα

κατὰ λόγον, τὰ δὲ ποτὰ ἐλάσσω τε καὶ ἀκρητέστερα, ὅκως ὅ τε

χειμὼν ἀγαθὸς ἔσται καὶ ὥνθρωπος διαχρήσεται τοῖσί τε πόμασιν

ἀκρητεστέροισι καὶ ὀλίγοισι καὶ τοῖσι σιτίοισιν ὡς πλείστοισί τε

καὶ ξηροτάτοισιν· οὕτω γὰρ ἂν καὶ ὑγιαίνοι μάλιστα καὶ ῥιγῴη

ἥκιστα· ἡ γὰρ ὥρη λίαν ψυχρή τε καὶ ὑγρή.

     Τοῖσι δὲ εἴδεσι τοῖσι σαρκώδεσι καὶ μαλθακοῖσι καὶ ἐρυ-

θροῖσι ξυμφέρει δὴ τὸν πλείονα χρόνον τοῦ ἐνιαυτοῦ ξηροτέροισι

διαιτήμασι χρέεσθαι· ὑγρὴ γὰρ ἡ φύσις τῶν εἰδέων τουτέων. Τοὺς

δὲ στρυφνοὺς καὶ προσεσταλμένους καὶ πυῤῥοὺς καὶ μέλανας τῇ

ὑγροτέρῃ διαίτῃ χρὴ τὸ πλεῖον τοῦ χρόνου ἐνδιαιτᾶσθαι· τὰ γὰρ σώ-

ματα τοιαῦτα ὑπάρχει ξηρὰ ἐόντα. Καὶ τοῖσι νέοισι τῶν σωμάτων

ξυμφέρει μαλακωτέροισί τε καὶ ὑγροτέροισι χρέεσθαι τοῖσι διαιτή-

μασιν· ἡ γὰρ ἡλικίη ξηρὴ, καὶ τὰ σώματα πέπηγεν. Τοὺς δὲ πρε-

σβυτέρους τῷ ξηροτέρῳ χρὴ τρόπῳ τὸ πλέον τοῦ χρόνου διάγειν· τὰ 

γὰρ σώματα ἐν ταύτῃ τῇ ἡλικίῃ ὑγρὰ καὶ μαλθακὰ καὶ ψυχρά. Δεῖ

οὖν πρὸς τὴν ἡλικίην καὶ τὴν ὥρην καὶ τὸ ἔθος καὶ τὴν χώρην

καὶ τὰ εἴδεα τὰ διαιτήματα ποιέεσθαι ἐναντιούμενον τοῖσι καθι-

σταμένοισι καὶ θάλπεσι καὶ χειμῶσιν· οὕτω γὰρ ἂν μάλιστα ὑγιαί-

νοιεν.

     Καὶ ὁδοιπορέειν τοῦ μὲν χειμῶνος ταχέως χρὴ, τοῦ δὲ θέρεος

ἡσυχῆ, ἢν μὴ διὰ καύματος ὁδοιπορέῃ· δεῖ δὲ καὶ τοὺς μὲν σαρκώ-

δεας θᾶσσον ὁδοιπορέειν, τοὺς δὲ ἰσχνοὺς ἡσυχέστερον. Λουτροῖσι δὲ

χρὴ πολλοῖσι χρέεσθαι τοῦ θέρεος, τοῦ δὲ χειμῶνος ἐλάσσοσι, χρὴ

δὲ τοὺς στρυφνοὺς μᾶλλον λούεσθαι τῶν σαρκωδέων. ᾿Ημφιέσθαι δὲ

χρὴ τοῦ μὲν χειμῶνος καθαρὰ ἱμάτια, τοῦ δὲ θέρεος ἐλαιοπινέα.

     Τοὺς δὲ παχέας χρὴ καὶ ὅσοι βούλονται λεπτοὶ γενέσθαι, τὰς

ταλαιπωρίας ἁπάσας νήστιας ἐόντας ποιέεσθαι, καὶ τοῖσι σιτίοισιν

ἐπιχειρέειν ἔτι ἀσθμαίνοντας ἐκ τοῦ κόπου καὶ μὴ ἀνεψυγμένους καὶ

προπεπωκότας οἶνον κεκρημένον καὶ μὴ σφόδρα ψυχρὸν, καὶ τὰ ὄψα

σκευάζειν σησάμοισιν ἢ ἡδύσμασι καὶ τοῖσιν ἄλλοισι τοῖσι τοιουτο-

τρόποισιν· καὶ πίονα ἔστω τὰ προσαγόμενα ὄψα, οὕτω γὰρ ἂν ἀπὸ

ἐλαχίστων ἐμπιπλαῖντο· ἀλλὰ καὶ μονοσιτέειν καὶ ἀλουτέειν καὶ

σκληροκοιτέειν καὶ γυμνὸν περιπατέειν ὅσον οἷόν τε μάλιστ' ἂν ᾖ.

῾Οκόσοι δὲ βούλονται λεπτοὶ ἐόντες παχέες γενέσθαι, τά τε ἄλλα 

ποιέειν τἀναντία κείνοισιν οἷσιν ἔφην, καὶ νήστιας μηδεμίην ταλαι-

πωρίην ποιέεσθαι.

     Τοῖσι δὲ ἐμέτοισι χρὴ καὶ τοῖσι κατακλύσμασι τοῖσι τῆς κοι-

λίης ὧδε χρέεσθαι· ἓξ μῆνας τοὺς χειμερινοὺς ἐμέειν, οὗτος γὰρ

ὁ χρόνος φλεγματωδέστερος τοῦ θερινοῦ, καὶ τὰ νουσήματα γίνε-

ται περὶ τὴν κεφαλὴν καὶ περὶ τὸ χωρίον τὸ ὑπὲρ τῶν φρενῶν·

ὅταν δὲ ᾖ θάλπος, τοῖσι κατακλύσμασι χρέεσθαι, ἡ γὰρ ὥρη

καυματώδης, καὶ τὸ σῶμα χολωδέστερόν ἐστι, καὶ βαρύτητες

ἐν τῇ ὀσφύϊ καὶ ἐν τοῖσι γούνασι, καὶ θέρμαι γίνονται, καὶ ἐν τῇ

γαστρὶ στρόφοι· δεῖ οὖν τὸ σῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω

ὑπάγειν ἐκ τῶν χωρίων τουτέων. ῎Εστω δὲ τὰ κατακλύσματα τοῖσι

μὲν παχυτέροισι καὶ ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, τοῖσι

δὲ ξηροτέροισι καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα

καὶ παχύτερα· ἔστι δὲ τῶν κατακλυσμάτων τὰ λιπαρὰ καὶ πα-

χέα τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὸν καὶ τῶν

ἄλλων τοιουτέων· τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ, ἅλμη καὶ θάλασσα καὶ

τὰ τοιαῦτα. Τοὺς δὲ ἐμέτους ὧδε χρὴ ποιέεσθαι· ὅσοι μὲν τῶν ἀν-

θρώπων παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων δραμόντες ἢ

ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς ἡμέρης· ἔστω δὲ ἡμι-

κοτύλιον ὑσσώπου τετριμμένης ἐν ὕδατος χοέϊ, καὶ τοῦτο ἐκπιέτω,

ὄξος παραχέων καὶ ἅλας παραβάλλων, ὅκως ἂν μέλλῃ ἥδιστον ἔσε-

σθαι, πινέτω δὲ τὸ μὲν πρῶτον ἡσυχέστερον, ἔπειτα δ' ἐπὶ θᾶσσον.

Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθωσαν τὸν ἔμε-

τον τρόπον τοιόνδε· λουσάμενος θερμῷ προπιέτω ἀκρήτου κοτύλην,

ἔπειτα σιτία παντοδαπὰ ἐσθιέτω, καὶ μὴ πινέτω ἐπὶ τῷ σιτίῳ μηδ'

ἀπὸ τοῦ σιτίου, ἀλλ' ἐπισχέτω ὅσον δέκα στάδια διελθεῖν, ἔπειτα

δὲ ξυμμίξας οἴνους τρεῖς πίνειν διδόναι αὐστηρὸν καὶ γλυκὺν καὶ

ὀξὺν, πρῶτον μὲν ἀκρητέστερόν τε καὶ κατ' ὀλίγον καὶ διὰ πολλοῦ

χρόνον, ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν.

῞Οστις δὲ εἴωθε τοῦ μηνὸς δὶς ἐξεμέειν, ἄμεινον ἐφεξῆς ποιέεσθαι

τοὺς ἐμέτους ἐν δυσὶν ἡμέρῃσι μᾶλλον, ἢ διὰ πεντεκαίδεκα· οἱ δὲ

πᾶν τοὐναντίον ποιέουσιν. ῾Οκόσοισι δὲ ἐπιτήδειον ἀνεμέειν τὰ σι-

τία, ἢ ὁκόσοισιν αἱ κοιλίαι οὐκ εὐδιέξοδοι, τουτέοισι πᾶσι ξυμφέρει

πολλάκις τῆς ἡμέρης ἐσθίειν, καὶ παντοδαποῖσι βρώμασι χρέεσθαι

καὶ ὄψοισι πάντας τρόπους ἐσκευασμένοισι, καὶ οἴνους πίνειν δισσοὺς

καὶ τρισσούς· ὁκόσοι δὲ μὴ ἀνεμέουσι τὰ σιτία, ἢ καὶ κοιλίας ἔχου-

σιν ὑγρὰς, τουτέοισι πᾶσι τοὐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει

ποιέειν.

     Τὰ δὲ παιδία χρὴ τὰ νήπια βρέχειν ἐν τῷ θερμῷ ὕδατι ἐπὶ

πουλὺν χρόνον, καὶ πίνειν διδόναι ὑδαρέα τὸν οἶνον καὶ μὴ ψυχρὸν

παντάπασι, τοῦτον δὲ διδόναι, ὃς ἥκιστα τὴν γαστέρα μετεωριεῖ 

καὶ φῦσαν παρέξει· ταῦτα δὲ ποιέειν, ὅκως οἵ τε σπασμοὶ ἧσσον

ἐπιλάβωσι, καὶ μείζονα γένηται καὶ εὐχροώτερα. Τὰς δὲ γυναῖ-

κας χρὴ διαιτᾶσθαι τῷ ξηροτέρῳ τῶν τρόπων· καὶ γὰρ τὰ σιτία τὰ

ξηρὰ ἐπιτηδειότερα πρὸς τὴν μαλθακότητα τῶν γυναικείων σαρκῶν,

καὶ τὰ ἀκρητέστερα πόματα ἀμείνω πρὸς τὰς ὑστέρας καὶ τὰς κυο-

τροφίας.

     Τοὺς γυμναζομένους χρὴ τοῦ χειμῶνος καὶ τρέχειν καὶ πα-

λαίειν, τοῦ δὲ θέρεος παλαίειν μὲν ὀλίγα, τρέχειν δὲ μὴ, περι-

πατέειν δὲ πολλὰ κατὰ ψῦχος. ῾Οκόσοι κοπιῶσιν ἐκ τῶν δρόμων,

τούτους παλαίειν χρή· ὁκόσοι δὲ παλαίοντες κοπιῶσι, τούτους χρὴ

τρέχειν· οὕτω γὰρ ἂν ταλαιπωρέων τῷ κοπιῶντι τοῦ σώματος δια-

θερμαίνοιτο καὶ ξυνιστῷτο καὶ διαναπαύοιτο μάλιστα. ῾Οκόσους

γυμναζομένους διάῤῥοιαι λαμβάνουσι, καὶ τὰ ὑποχωρήματα σιτώδεα

καὶ ἄπεπτα, τουτέοισι τῶν τε γυμνασίων ἀφαιρέειν μὴ ἐλάσσω τοῦ

τρίτου μέρεος, καὶ τῶν σιτίων τοῖσιν ἡμίσεσι χρέεσθαι· δῆλον γὰρ

δὴ ὅτι ἡ κοιλίη ξυνθάλπειν οὐ δύναται ὥστε πέσσεσθαι τὸ πλῆθος

τῶν σιτίων· ἔστω δὲ τουτέοισι τὰ σιτία ἄρτος ὡς ἐξοπτότατος, ἐν

οἴνῳ ἐντεθρυμμένος, καὶ τὰ ποτὰ ὡς ἐλάχιστα καὶ ἀκρητέστατα,

καὶ περιπάτοισι μὴ χρεέσθωσαν ἀπὸ τοῦ σιτίου· μονοσιτέειν δὲ χρὴ

ὑπὸ τοῦτον τὸν χρόνον· οὕτω γὰρ ἂν μάλιστα ξυνθάλποιτο ἡ κοιλίη,

καὶ τῶν ἐσιόντων ἐπικρατοίη. Γίνεται δὲ ὁ τρόπος οὗτος τῆς διαῤ-

ῥοίης τῶν σωμάτων τοῖσι πυκνοσάρκοισι μάλιστα, ὁκόταν ἀναγκά-

ζηται ὥνθρωπος κρεηφαγέειν, τῆς φύσιος ὑπαρχούσης τοιαύτης·

αἱ γὰρ φλέβες πυκνωθεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν

ἐσιόντων· ἔστι δὲ αὕτη μὲν ὀξέη ἡ φύσις, καὶ τρέπεται ἐφ' ἑκάτερα,

καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐεξίη ἐν τοῖσι τοιουτοτρόποισι τῶν σω-

μάτων. Τὰ δὲ ἀραιότερα τῶν εἰδέων καὶ δασύτερα καὶ τὴν κρεηφα-

γίην δέχεται, καὶ τὰς ταλαιπωρίας μᾶλλον ὑπομένει, καὶ χρονιώ-

τεραι γίνονται αὐτέοισιν αἱ εὐεξίαι. Καὶ ὁκόσοι τὰ σιτία ἀνερεύγονται

τῇ ὑστεραίῃ, καὶ τὰ ὑποχόνδρια μετεωρίζεται αὐτέοισιν ὡς ἀπέπτων

τῶν σιτίων ἐόντων, τουτέοισι καθεύδειν μὲν πλείονα χρόνον ξυμ-

φέρει, τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν τὰ σώματα,

καὶ τὸν οἶνον ἀκρητέστερον πινόντων καὶ πλείω, καὶ τοῖσι σιτίοισιν

ἐλάσσοσι χρέεσθαι ὑπὸ τοῦτον τὸν χρόνον· δῆλον γὰρ δὴ ὅτι ἡ κοι-

λίη ὑπὸ ἀσθενείης καὶ ψυχρότητος οὐ δύναται τὸ πλῆθος τῶν σιτίων

καταπέσσειν. ῾Οκόσους δὲ δίψαι λαμβάνουσι, τουτέοισι τῶν τε σιτίων

καὶ τῶν ταλαιπωριέων ἀφαιρέειν, καὶ τὸν οἶνον πινόντων ὑδαρέα

τε καὶ ὅτι ψυχρότατον. ῾Οκόσοισι δὲ ὀδύναι γίνονται τῶν σπλάγ-

χνων ἢ ἐκ γυμνασίης ἢ ἐξ ἄλλης τινὸς ταλαιπωρίης, τουτέοισι ξυμ-

φέρει ἀναπαύεσθαι ἀσίτοισι, πόματι δὲ χρέεσθαι ὅ τι ἐλάχιστον ἐς τὸ

σῶμα ἐσελθὸν πλεῖστον οὖρον διάξει, ὅπως αἱ φλέβες αἱ διὰ τῶν

σπλάγχνων πεφυκυῖαι μὴ κατατείνωνται πληρεύμεναι· ἐκ γὰρ τῶν

τοιουτέων τά τε φύματα γίνονται καὶ οἱ πυρετοί.

     ῾Οκόσοισι δὲ νοῦσοι ἀπὸ τοῦ ἐγκεφάλου γίνονται, νάρκη πρῶ-

τον ἴσχει τὴν κεφαλὴν, καὶ οὐρέει θαμινὰ, καὶ τἄλλα πάσχει ὁκόσα

ἐπὶ στραγγουρίῃ· οὗτος ἐφ' ἡμέρας ἐννέα τοῦτο πάσχει· καὶ ἢν μὲν

ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ὕδωρ ἢ βλέννα, ἀπαλλάσσεται

τῆς νούσου, καὶ τῆς στραγγουρίης παύεται· οὐρέει δὲ ἀπόνως πουλὺ

καὶ λευκὸν, ἔστ' ἂν εἴκοσιν ἡμέρας παρέλθῃ· καὶ ἐκ τῆς κεφαλῆς ἡ

ὀδύνη ἐκλείπει τῷ ἀνθρώπῳ, ἐσορέοντι δὲ βλάπτεταί οἱ ἡ αὐγή.

     ῎Ανδρα δὲ χρὴ, ὅς ἐστι συνετὸς, λογισάμενον ὅτι τοῖσιν ἀν-

θρώποισι πλείστου ἄξιόν ἐστιν ἡ ὑγιείη, ἐπίστασθαι ἐκ τῆς ἑωυτοῦ

γνώμης ἐν τῇσι νούσοισιν ὠφελέεσθαι.