῾Οκόσοι ἐπεχείρησαν περὶ ἰητρικῆς λέγειν ἢ γράφειν, ὑπόθεσιν

σφίσιν αὐτέοισιν ὑποθέμενοι τῷ λόγῳ, θερμὸν, ἢ ψυχρὸν, ἢ ὑγρὸν, ἢ

ξηρὸν, ἢ ἄλλ' ὅ τι ἂν ἐθέλωσιν, ἐς βραχὺ ἄγοντες, τὴν ἀρχὴν τῆς

αἰτίης τοῖσιν ἀνθρώποισι τῶν νούσων τε καὶ τοῦ θανάτου, καὶ πᾶσι

τὴν αὐτέην, ἓν ἢ δύο προθέμενοι, ἐν πολλοῖσι μὲν καὶ οἷσι λέγουσι

καταφανέες εἰσὶν ἁμαρτάνοντες· μάλιστα δὲ ἄξιον μέμψασθαι, ὅτι

ἀμφὶ τέχνης ἐούσης, ᾗ χρέονταί τε πάντες ἐπὶ τοῖσι μεγίστοισι καὶ

τιμῶσι μάλιστα τοὺς ἀγαθοὺς χειροτέχνας καὶ δημιουργούς. Εἰσὶ

δὲ δημιουργοὶ, οἱ μὲν φλαῦροι, οἱ δὲ πολλὸν διαφέροντες· ὅπερ,

εἰ μὴ ἦν ἰητρικὴ ὅλως, μηδ' ἐν αὐτέῃ ἔσκεπτο, μηδ' εὕροιτο

μηδὲν, οὐκ ἂν ἦν, ἀλλὰ πάντες ἂν ὁμοίως αὐτέης ἄπειροί τε καὶ

ἀνεπιστήμονες ἦσαν, καὶ τύχῃ ἂν πάντα τὰ τῶν καμνόντων

διῳκέετο. Νῦν δ' οὐχ οὕτως ἔχει, ἀλλ' ὥσπερ καὶ τῶν ἄλλων τε-

χνέων πασέων οἱ δημιουργοὶ πολλὸν ἀλλήλων διαφέρουσι κατὰ χεῖρα

καὶ κατὰ γνώμην, οὕτω δὴ καὶ ἐπὶ ἰητρικῆς. Διὸ οὐκ ἠξίουν

ἔγωγε κενῆς αὐτέην ὑποθέσιος δέεσθαι, ὥσπερ τὰ ἀφανέα τε καὶ ἀπο-

ρεόμενα· περὶ ὧν ἀνάγκη, ἤν τις ἐπιχειροίη λέγειν, ὑποθέσει χρέ-

εσθαι· οἷον περὶ τῶν μετεώρων ἢ τῶν ὑπὸ γῆν εἰ λέγοι τις καὶ

γινώσκοι ὡς ἔχει, οὔτ' ἂν αὐτέῳ τῷ λέγοντι οὔτε τοῖσιν ἀκούουσι

δῆλα ἂν εἴη, εἴ τε ἀληθέα ἐστὶν εἴτε μή· οὐ γὰρ ἔστι πρὸς ὅ τι χρὴ

ἐπανενέγκαντα εἰδέναι τὸ σαφές.

     ᾿Ιητρικῇ δὲ πάντα πάλαι ὑπάρχει, καὶ ἀρχὴ καὶ ὁδὸς εὑρημένη,

καθ' ἣν καὶ τὰ εὑρημένα πολλά τε καὶ καλῶς ἔχοντα εὕρηται ἐν πολλῷ

χρόνῳ, καὶ τὰ λοιπὰ εὑρεθήσεται, ἤν τις ἱκανός τε ἐὼν καὶ τὰ εὑρη-

μένα εἰδὼς, ἐκ τουτέων ὁρμώμενος ζητέῃ. ῞Οστις δὲ ταῦτα ἀποβαλὼν

καὶ ἀποδοκιμάσας πάντα, ἑτέρῃ ὁδῷ καὶ ἑτέρῳ σχήματι ἐπιχειρέει

ζητέειν, καὶ φήσει τι εὑρηκέναι, ἐξηπάτηται καὶ ἐξαπατᾶται·

ἀδύνατον γάρ. Δι' ἃς δὲ ἀνάγκας ἀδύνατον, ἐγὼ πειρήσομαι ἐπι-

δεῖξαι, λέγων καὶ δεικνὺς τὴν τέχνην ὅ τι ἐστίν. ᾿Εκ δὲ τουτέου

καταφανὲς ἔσται ἀδύνατα ἐόντα ἄλλως πως τουτέων εὑρίσκεθαι.

Μάλιστα δέ μοι δοκέει περὶ ταύτης δεῖν λέγοντα τῆς τέχνης

γνωστὰ λέγειν τοῖσι δημότῃσιν. Οὐ γὰρ περὶ ἄλλου τινὸς οὔτε

ζητέειν προσήκει οὔτε λέγειν ἢ περὶ τῶν παθημάτων ὧν αὐτοὶ οὗτοι

νοσέουσί τε καὶ πονέουσιν· αὐτοὺς μὲν οὖν τὰ σφέων αὐτέων παθή-

ματα καταμαθεῖν, ὡς γίνεται καὶ παύεται, καὶ δι' οἵας προφάσιας αὔ-

ξεταί τε καὶ φθίνει, δημότας ἐόντας, οὐ ῥηΐδιον· ὑπ' ἄλλου δ' εὑ-

ρημένα καὶ λεγόμενα εὐπετές. Οὐδὲν γὰρ ἕτερον ἢ ἀναμιμνήσκεται

ἕκαστος ἀκούων τῶν ἑωυτῷ ξυμβαινόντων. Εἰ δέ τις τῶν ἰδιωτέων

γνώμης ἀποτεύξεται, καὶ μὴ διαθήσει τοὺς ἀκούοντας οὕτως,

τοῦ ἐόντος ἀποτεύξεται. Καὶ διὰ ταῦτα οὖν οὐδὲν δέεται

ὑποθέσιος.

     Τὴν γὰρ ἀρχὴν οὔτ' ἂν εὑρέθη ἡ τέχνη ἡ ἰητρικὴ, οὔτ' ἂν

ἐζητήθη (οὐδὲν γὰρ αὐτέης ἔδει), εἰ τοῖσι κάμνουσι τῶν ἀν-

θρώπων, τὰ αὐτὰ διαιτωμένοισί τε καὶ προσφερομένοισιν, ἅπερ

οἱ ὑγιαίνοντες ἐσθίουσί τε καὶ πίνουσι καὶ τἄλλα διαιτέονται,

ξυνέφερε, καὶ εἰ μὴ ἦν ἕτερα τουτέων βελτίω. Νῦν δ' αὐτὴ

ἡ ἀνάγκη ἰητρικὴν ἐποίησε ζητηθῆναί τε καὶ εὑρεθῆναι ἀνθρώ-

ποισιν· ὅτι κάμνουσι ταὐτὰ προσφερομένοισιν, ἅπερ οἱ ὑγιαίνον-

τες, οὐ ξυνέφερεν, ὡς οὐδὲ νῦν ξυμφέρει. ῎Ετι δ' ἄνωθεν ἔγωγε ἀξιῶ

οὐδ' ἂν τῶν ὑγιαινόντων δίαιτάν τε καὶ τροφὴν, ᾗ νῦν χρέονται, εὑρε-

θῆναι, εἰ ἐξήρκεε τῷ ἀνθρώπῳ ταὐτὰ ἐσθίοντι καὶ πίνοντι βοΐ τε καὶ

ἵππῳ καὶ πᾶσιν ἐκτὸς ἀνθρώπου, οἷον τὰ ἐκ τῆς γῆς φυόμενα, καρ-

πούς τε καὶ ὕλην καὶ χόρτον· ἀπὸ τουτέων γὰρ καὶ αὔξονται καὶ

ἄπονοι διάγουσιν, οὐδὲν προσδεόμενοι ἄλλης διαίτης. Καί τοι τὴν

ἀρχὴν ἔγωγε ἀξιῶ καὶ τὸν ἄνθρωπον τοιαύτῃ τροφῇ κεχρῆσθαι.

Τὰ δέ γε νῦν διαιτήματα εὑρημένα καὶ τετεχνημένα ἐν πολλῷ

χρόνῳ γεγενῆσθαί μοι δοκέει. ῾Ως γὰρ ἔπασχον πολλά τε καὶ δεινὰ

ἀπὸ ἰσχυρῆς τε καὶ θηριώδεος διαίτης, ὠμά τε καὶ ἄκρητα καὶ

μεγάλας δυνάμιας ἔχοντα ἐσφερόμενοι, οἷά περ ἂν καὶ νῦν ὑπ'

αὐτέων πάσχοιεν, πόνοισί τε ἰσχυροῖσι καὶ νούσοισι περιπίπτον-

τες, καὶ διὰ ταχέος θανάτοισιν. ῟Ησσον μὲν οὖν ταῦτα τότε εἰκὸς ἦν

πάσχειν διὰ τὴν συνήθειαν· ἰσχυρῶς δὲ καὶ τότε· καὶ τοὺς μὲν πλεί-

στους τε καὶ ἀσθενεστέρην φύσιν ἔχοντας ἀπόλλυσθαι εἰκὸς, τοὺς δὲ

τουτέων ὑπερέχοντας πλείω χρόνον ἀντέχειν· ὥσπερ καὶ νῦν ἐκ τῶν

ἰσχυρῶν βρωμάτων· οἱ μὲν γὰρ ῥηϊδίως ἀπαλλάσσονται, οἱ δὲ μετὰ

πολλῶν πόνων τε καὶ κακῶν. Διὰ δὴ ταύτην τὴν χρείην καὶ οὗτοί

μοι δοκέουσι ζητῆσαι τροφὴν ἁρμόζουσαν τῇ φύσει, καὶ εὑρεῖν ταύτην,

ᾗ νῦν χρεόμεθα· ἐκ μὲν οὖν τῶν πυρῶν, βρέξαντες καὶ πτίσαντες

καὶ καταλέσαντες πάντα, καὶ διασήσαντες, καὶ φορύξαντες, καὶ

ὀπτήσαντες, ἀπετέλεσαν ἄρτον· ἐκ δέ γε τῶν κριθέων μᾶζαν, ἄλλα 

τε συχνὰ περὶ ταύτην πρηγματευσάμενοι, ἥψησάν τε καὶ ὤπτη-

σαν, καὶ ἔμιξαν, καὶ ἐκέρασαν τὰ ἰσχυρά τε καὶ ἄκρητα τοῖσιν

ἀσθενεστέροισι, πλάσσοντες πάντα πρὸς τὴν τοῦ ἀνθρώπου φύσιν

τε καὶ δύναμιν, ἡγεύμενοι, ὅτι ὅσα μὲν ἂν ἰσχυρότερα ᾖ, οὐ δυ-

νήσεται κρατέειν ἡ φύσις, ἢν ἐσβάληται, ἀπὸ τουτέων δ' αὐτέων

πόνους τε καὶ νούσους καὶ θανάτους ἔσεσθαι· ὅσων δ' ἂν δύνηται

ἐπικρατέειν, ἀπὸ τουτέων τροφήν τε καὶ αὔξησιν καὶ ὑγιείην. Τῷ δ'

εὑρήματι τούτῳ καὶ ζητήματι τί ἄν τις οὔνομα δικαιότερον ἢ

προσῆκον μᾶλλον θείη ἢ ἰητρικήν; ὅτι γε εὕρηται ἐπὶ τῇ τοῦ ἀν-

θρώπου ὑγιείῃ τε καὶ τροφῇ καὶ σωτηρίῃ, ἄλλαγμα κείνης τῆς

διαίτης, ἐξ ἧς οἱ πόνοι καὶ νοῦσοι καὶ θάνατοι ἐγίνοντο.

     Εἰ δὲ μὴ τέχνη αὐτὴ νομίζεται εἶναι, οὐκ ἀπεικός· ἧς γὰρ

μηδείς ἐστιν ἰδιώτης, ἀλλὰ πάντες ἐπιστήμονες διὰ τὴν χρῆσίν

τε καὶ ἀνάγκην, οὐ προσήκει ταύτης οὐδένα τεχνίτην καλέεσθαι· ἐπεὶ 

τό γε εὕρημα καὶ μέγα καὶ πολλῆς τέχνης τε καὶ σκέψιος.

῎Ετι γοῦν καὶ νῦν οἱ τῶν γυμνασίων τε καὶ ἀσκησίων ἐπιμελόμε-

νοι αἰεί τι προσεξευρίσκουσι, κατὰ τὴν αὐτέην ὁδὸν ζητέοντες ὅ τι

ἔδων τε καὶ πίνων ἐπικρατήσει τε αὐτέων μάλιστα, καὶ ἰσχυρό-

τερος αὐτὸς ἑωυτοῦ ἔσται.

     Σκεψώμεθα γοῦν καὶ τὴν ὁμολογουμένως ἰητρικὴν, τὴν ἀμφὶ τοὺς

κάμνοντας εὑρημένην, ἣ καὶ οὔνομα καὶ τεχνίτας ἔχει, εἰ κρατέειν

καὶ αὐτὴ τῶν αὐτέων ἐθέλει, καὶ ὁπόθεν ποτὲ ἦρκται. ᾿Εμοὶ μὲν γὰρ,

ὅπερ ἐν ἀρχῇ εἶπον, οὐδ' ἂν ζητῆσαι δοκέοι ἰητρικὴν οὐδεὶς, εἰ ταὐτὰ

διαιτήματα τοῖσί τε κάμνουσι καὶ τοῖσιν ὑγιαίνουσιν ἥρμοζεν. ῎Ετι

γοῦν καὶ νῦν ὅσοι ἰητρικῇ μὴ χρέονται, οἵ τε βάρβαροι καὶ τῶν

῾Ελλήνων ἔνιοι τὸν αὐτὸν τρόπον, ὅν περ οἱ ὑγιαίνοντες, διαιτέονται

πρὸς ἡδονὴν, καὶ οὔτ' ἂν ἀπόσχοιντο οὐδενὸς ὧν ἐπιθυμέουσιν,

οὔθ' ὑποστείλαιντο ἄν. Οἱ δὲ ζητήσαντές τε καὶ εὑρόντες ἰητρικὴν,

τὴν αὐτέην κείνοισι διάνοιαν ἔχοντες περὶ ὧν μοι ὁ πρότερος λό-

γος εἴρηται, πρῶτον μὲν, οἶμαι, ὑφεῖλον τοῦ πλήθεος τῶν σι-

τίων αὐτέων τουτέων, καὶ ἀντὶ πλεόνων ὀλίγα ἐποίησαν· ἐπεὶ

δ' αὐτέοισι τοῦτό ἐστι μὲν ὅτε πρός τινας τῶν καμνόντων ἤρκεσε, 

καὶ φανερὸν ἐγένετο ὠφελῆσαν, οὐ μέντοι πᾶσί γε· ἀλλ' ἦσάν τινες

οὕτως ἔχοντες, ὡς μὴ ὀλίγων σιτίων δύνασθαι ἐπικρατέειν· ἀσθε-

νεστέρου δὲ δή τινος οἱ τοιοίδε ἐδόκεον δέεσθαι, εὗρον τὰ ῥοφή-

ματα, μίξαντες ὀλίγα τῶν ἰσχυρῶν πολλῷ τῷ ὕδατι, καὶ ἀφαιρεόμε-

νοι τὸ ἰσχυρὸν τῇ κρήσει τε καὶ ἑψήσει. ῾Οκόσοι δὲ μηδὲ τῶν ῥο-

φημάτων ἐδύναντο ὑποκρατέειν, ἀφεῖλον καὶ ταῦτα, καὶ ἀφίκοντο

ἐς πόματα, καὶ ταῦτα τῇσί τε κρήσεσι καὶ τῷ πλήθεϊ διαφυλάσ-

σοντες ὡς μετρίως ἔχῃ, μήτε πλείω τῶν δεόντων μήτε ἀκρητέ-

στερα προσφερόμενοι, μηδ' ἐνδεέστερα.

     Εὖ δὲ χρὴ τοῦτο εἰδέναι, ὅτι τισὶ τὰ ῥοφήματα ἐν τῇσι

νούσοισιν οὐ ξυμφέρει, ἀλλ' ἄντικρυς, ὅταν ταῦτα προσαί-

ρωνται, παροξύνονται σφίσιν οἵ τε πυρετοὶ καὶ τὰ ἀλγήματα·

καὶ δῆλον τὸ προσενεχθὲν τῇ μὲν νούσῳ τροφή τε καὶ αὔξησις

γενόμενον, τῷ δὲ σώματι φθίσις τε καὶ ἀρρωστίη. ῾Οκόσοι δ' ἂν

τῶν ἀνθρώπων ἐν ταύτῃ τῇ διαθέσει ἐόντες προσενέγκωνται ξηρὸν

σιτίον, ἢ μᾶζαν, ἢ ἄρτον, καὶ πάνυ σμικρὸν, δεκαπλασίως ἂν

μᾶλλον καὶ ἐπιφανέστερον κακωθεῖεν ἢ ῥοφέοντες, δι' οὐδὲν ἄλλο ἢ διὰ 

τὴν ἰσχὺν τοῦ βρώματος πρὸς τὴν διάθεσιν· καὶ ὅτῳ ῥοφέειν ξυμφέρει,

ἐσθίειν δ' ο¿, εἰ πλείω φάγοι, πολὺ ἂν μᾶλλον κακωθείη ἢ

ὀλίγα· καὶ εἰ ὀλίγα δὲ, πονήσειεν ἄν. Πάντα δὴ τὰ αἴτια τοῦ πό-

νου ἐς τὸ αὐτὸ ἀνάγεται, τὰ ἰσχυρότατα μάλιστά τε καὶ ἐπι-

φανέστατα λυμαίνεσθαι τὸν ἄνθρωπον, καὶ τὸν ὑγιέα ἐόντα, καὶ τὸν

νοσέοντα.

     Τί οὖν φαίνεται ἑτεροῖον διανοηθεὶς ὁ καλεύμενος ἰητρὸς καὶ

ὁμολογημένως χειροτέχνης, ὃς ἐξεῦρε τὴν ἀμφὶ τοὺς κάμνοντας δίαι-

τάν τε καὶ τροφὴν, ἢ κεῖνος ὁ ἀπ' ἀρχῆς τοῖσι πᾶσιν ἀνθρώποισι

τροφὴν, ᾗ νῦν χρεόμεθα, ἐξ ἐκείνης τῆς ἀγρίης καὶ θηριώδεος εὑ-

ρών τε καὶ παρασκευάσας διαίτης; ἐμοὶ μὲν γὰρ φαίνεται ὡυτὸς

τρόπος, καὶ ἕν τι καὶ ὅμοιον τὸ εὕρημα. ῾Ο μὲν, ὅσων μὴ ἠδύνατο ἡ

φύσις ἡ ἀνθρωπίνη ἐπικρατέειν ὑγιαίνουσα ἐμπιπτόντων, διὰ

ἀγριότητά τε καὶ ἀκρησίην, ὁ δὲ, ὅσων ἡ διάθεσις, ἐν οἵῃ ἂν ἑκά-

στοτε ἕκαστος τύχῃ διακείμενος, μὴ ἦν δυνατὸς ἐπικρατέειν, ταῦτα

ἐζήτησεν ἀφελεῖν. Τί δὴ τοῦτ' ἐκείνου διαφέρει ἀλλ' ἢ πλέον τό γε 

εἶδος, καὶ ὅτι ποικιλώτερον, καὶ πλέονος πραγματείης, ἀρχὴ δὲ

κείνη ἡ πρότερον γενομένη;

     Εἰ δέ τις σκέπτοιτο τὴν τῶν καμνόντων δίαιταν πρὸς τὴν τῶν

ὑγιαινόντων, εὕροι ἂν οὐ βλαβερωτέρην ἤ περ τὴν τῶν ὑγιαι-

νόντων πρὸς τὴν τῶν θηρίων τε καὶ πρὸς τὴν τῶν ἄλλων ζώων.

᾿Ανὴρ γὰρ κάμνων νουσήματι μήτε τῶν χαλεπῶν τε καὶ ἀφόρων, μήτ'

αὖ τῶν παντάπασιν εὐηθέων, ἀλλ' ἢ αὐτέῳ ἐξαμαρτάνοντι μέλλει

ἐπίδηλον ἔσεσθαι, εἰ ἐθέλει καταφαγεῖν ἄρτον, καὶ κρέας, ἢ ἄλλο

τι ὧν οἱ ὑγιαίνοντες ἐσθίοντες ὠφελέονται, μὴ πολλὸν, ἀλλὰ

πολλῷ ἔλασσον, ἢ ὑγιαίνων ἂν ἠδύνατο· ἄλλος τε τῶν ὑγιαινόν-

των φύσιν ἔχων μήτε παντάπασιν ἀσθενέα, μήτ' αὖ ἰσχυρὴν, φα-

γών τι ὧν βοῦς ἢ ἵππος φαγὼν ὠφελέοιτό τε καὶ ἰσχύοι, ὀρόβους,

ἢ κριθὰς, ἢ ἄλλο τι τῶν τοιουτέων μὴ πολὺ, ἀλλὰ πολλῷ μεῖον ἢ

δύναιτο· οὐκ ἂν ἧσσον ὁ ὑγιαίνων τοῦτο ποιήσας πονήσειέ τε καὶ 

κινδυνεύσειε κείνου τοῦ νοσέοντος, ὃς τὸν ἄρτον ἢ τὴν μᾶζαν

ἀκαίρως προσηνέγκατο. Ταῦτα δὴ πάντα τεκμήρια, ὅτι αὕτη ἡ

τέχνη πᾶσα ἡ ἰητρικὴ τῇ αὐτέῃ ὁδῷ ζετεομένη εὑρίσκοιτο ἄν.

     Καὶ εἰ μὲν ἦν ἁπλῶς, ὥσπερ ὑφηγέεται, ὅσα μὲν ἦν ἰσχυ-

ρότερα ἔβλαπτεν, ὅσα δ' ἦν ἀσθενέστερα ὠφέλεέ τε καὶ ἔτρεφε τὸν

κάμνοντα καὶ τὸν ὑγιαίνοντα, εὐπετὲς ἂν ἦν τὸ πρῆγμα· πολλὸν γὰρ 

τοῦ ἀσφαλέος ἂν ἔδει περιλαμβάνοντας ἄγειν ἐπὶ τὸ ἀσθενέστατον.

Νῦν δὲ οὐκ ἔλασσον ἁμάρτημα, οὐδὲ ἧσσον λυμαίνεται τὸν ἄνθρωπον,

ἢν ἐλάσσονα καὶ ἐνδεέστερα τῶν ἱκανῶν προσφέρηται· τὸ γὰρ τοῦ

λιμοῦ μέρος δύναται ἰσχυρῶς ἐν τῇ φύσει τοῦ ἀνθρώπου καὶ γυιῶσαι

καὶ ἀσθενέα ποιῆσαι καὶ ἀποκτεῖναι. Πολλὰ δὲ καὶ ἄλλα κακὰ, ἑτεροῖα

μὲν τῶν ἀπὸ πληρώσιος, οὐχ ἧσσον δὲ ἅμα δεινὰ καὶ ἀπὸ κε-

νώσιος· δι' ὧν πολλὸν ποικιλώτερά τε καὶ διὰ πλέονος ἀκριβίης

ἐστί. Δεῖ γὰρ μέτρου τινὸς στοχάσασθαι· μέτρον δὲ, οὐδὲ σταθμὸν,

οὐδὲ ἀριθμὸν οὐδένα ἄλλον, πρὸς ὃ ἀναφέρων εἴσῃ τὸ ἀκριβὲς, οὐκ 

ἂν εὑροίης ἄλλ' ἢ τοῦ σώματος τὴν αἴσθησιν· διὸ ἔργον οὕτω καταμα-

θεῖν ἀκριβέως, ὥστε σμικρὰ ἁμαρτάνειν ἔνθα ἢ ἔνθα· κἂν ἐγὼ τοῦτον

τὸν ἰητρὸν ἰσχυρῶς ἐπαινέοιμι τὸν σμικρὰ ἁμαρτάνοντα. Τὸ δ'

ἀκριβὲς ὀλιγάκις ἐστὶ κατιδεῖν· ἐπεὶ οἱ πολλοί γε τῶν ἰητρῶν ταὐτά

μοι δοκέουσι τοῖσι κακοῖσι κυβερνήτῃσι πάσχειν· καὶ γὰρ ἐκεῖνοι

ὅταν ἐν γαλήνῃ κυβερνῶντες ἁμαρτάνωσιν, οὐ καταφανέες εἰσίν· ὅταν

δὲ αὐτοὺς κατάσχῃ χειμών τε μέγας καὶ ἄνεμος ἐξώστης, φανερῶς

ἤδη πᾶσιν ἀνθρώποισι δι' ἀγνωσίην καὶ ἁμαρτίην δῆλοί εἰσιν ἀπο-

λέσαντες τὴν ναῦν. Οὕτω δὴ καὶ οἱ κακοί τε καὶ πλεῖστοι ἰητροὶ,

ὅταν μὲν θεραπεύωσιν ἀνθρώπους μηδὲν δεινὸν ἔχοντας, ἐς οὓς

ἄν τις καὶ τὰ μέγιστα ἁμαρτάνων οὐδὲν δεινὸν ἐργάσαιτο, πολλὰ δὲ

τὰ τοιαῦτα νουσήματα καὶ πολὺ πλέον τῶν δεινῶν ἀνθρώποισι

ξυμβαίνει, ἐν μὲν δὴ τοῖσι τοιούτοισιν ἁμαρτάνοντες οὐ καταφανέες

εἰσὶ τοῖσιν ἰδιώτῃσιν. ῾Οκόταν δ' ἐντύχωσι μεγάλῳ τε καὶ ἰσχυρῷ

καὶ ἐπισφαλεῖ νουσήματι, τότε σφέων τὰ ἁμαρτήματα καὶ ἡ ἀτε-

χνίη πᾶσι καταφανής ἐστιν· οὐ γὰρ ἐς μακρὸν αὐτέων ἑκατέρου

αἱ τιμωρίαι, ἀλλὰ διὰ ταχέος πάρεισιν.

     ῞Οτι δὲ οὐδὲν ἐλάσσους ἀπὸ κενώσιος ἀκαίρου κακοπάθειαι

γίνονται τῷ ἀνθρώπῳ ἢ καὶ ἀπὸ πληρώσιος, καταμανθάνειν καλῶς

ἔχει ἐπαναφέροντας ἐπὶ τοὺς ὑγιαίνοντας. ῎Εστι γὰρ οἷσιν αὐτέων

ξυμφέρει μονοσιτέειν, καὶ τοῦτο διὰ τὸ ξυμφέρον οὕτως αὐτοὶ συν-

ετάξαντο· ἄλλοισι δὲ ἀριστῇν, διὰ τὴν αὐτὴν ἀνάγκην· οὕτω γὰρ 

αὐτέοισι ξυμφέρει, καὶ μὴ τούτοισιν, οἳ δι' ἡδονὴν ἢ δι' ἄλλην τινὰ

ξυγκυρίην ἐπετήδευσαν ὁπότερον αὐτέων· τοῖσι μὲν γὰρ πλείστοισι

τῶν ἀνθρώπων οὐδὲν διαφέρει πότερον ἂν ἐπιτηδεύσωσιν, εἴτε μο-

νοσιτέειν, εἴτε ἀριστῇν, τουτέῳ τῷ ἔθεϊ χρέεσθαι. Εἰσὶ δέ τινες οἳ οὐκ

ἂν δύναιντο, ἔξω τοῦ ξυμφέροντος ποιέοντες, ῥηϊδίως ἀπαλλάσσειν,

ἀλλὰ ξυμβαίνει αὐτέων ἑκατέροισι παρ' ἡμέρην μίην, καὶ ταύτην

οὐχ ὅλην μεταβάλλουσιν, ὑπερφυὴς κακοπαθείη. Οἱ μὲν γὰρ

ἢν ἀριστήσωσι μὴ ξυμφέροντος αὐτέοισιν, εὐθὺς βαρέες καὶ νωθροὶ

τὸ σῶμα καὶ τὴν γνώμην, χάσμης τε καὶ νυσταγμοῦ καὶ δίψης

πλήρεες· ἢν δὲ ἐπιδειπνήσωσι, καὶ φῦσα καὶ στρόφος καὶ ἡ κοιλίη

καταρρήγνυται· καὶ πολλοῖσιν ἀρχὴ νούσου αὕτη μεγάλης ἐγέ-

νετο, ἢν τὰ αὐτὰ σιτία, ἃ μεμαθήκεσαν ἅπαξ ἀναλίσκειν, δὶς

προσενέγκηται, καὶ μηδὲν ἔτι πλέον. Τοῦτο δὲ, ἢν ἀριστῇν μεμα-

θηκώς τις, καὶ οὕτως αὐτέῳ ξυμφέρον, μὴ ἀριστήσῃ, ὅταν τά-

χιστα παρέλθῃ ἡ ὥρη, εὐθὺς ἀδυναμίη δεινὴ, τρόμος, ἀψυχίη· ἐπὶ

τούτοισιν ὀφθαλμοὶ χλωρότεροι, οὖρον παχὺ καὶ θερμὸν, στόμα πι-

κρὸν, καὶ τὰ σπλάγχνα οἱ δοκέει κρεμᾶσθαι, σκοτοδινίη, δυσθυμίη,

δυσεργίη· ταῦτα δὲ πάντα, καὶ ὅταν δειπνέειν ἐπιχειρήσῃ, ἀηδέ-

στερος μὲν ὁ σῖτος, ἀναλίσκειν δὲ οὐ δύναται ὅσα ἀριστιζόμενος

πρότερον ἐδείπνεε· ταῦτα δὲ αὐτὰ μετὰ στρόφου τε καὶ ψόφου

καταβαίνοντα ξυγκαίει τὴν κοιλίην, δυσκοιτέουσί τε καὶ ἐνυ-

πνιάζονται τεταραγμένα καὶ θορυβώδεα· πολλοῖσι δὲ καὶ τουτέων

αὕτη ἀρχὴ νούσου ἐγένετο.

     Σκέψασθαι δὲ χρὴ διὰ τίνας προφάσιας αὐτέοισι ταῦτα ξυν-

έβη· τῷ μὲν, οἶμαι, μεμαθηκότι μονοσιτέειν, ὅτι οὐκ ἀνέμεινε τὸν

χρόνον τὸν ἱκανὸν μέχρις αὐτέου ἡ κοιλίη τῶν τῇ προτεραίῃ

προσενηνεγμένων σιτίων ἀπολαύσῃ τελέως, καὶ ἐπικρατήσῃ, καὶ

λαπαχθῇ τε καὶ ἡσυχάσῃ, ἀλλ' ἐπιζέουσάν τε καὶ ἐζυμωμένην καινὰ

ἐπεσηνέγκατο· αἱ δὲ τοιαῦται κοιλίαι πολλῷ τε βραδύτερον πέσσουσι,

καὶ πλέονος δέονται ἀναπαύσιός τε καὶ ἡσυχίης. ῾Ο δὲ μεμαθηκὼς

ἀριστίζεσθαι, ὅτι οὐκ, ἐπειδὴ τάχιστα ἐδεήθη τροφῆς τὸ σῶμα, καὶ

τὰ πρότερα κατανάλωτο, καὶ οὐκ εἶχεν οὐδεμίην ἀπόλαυσιν, εὐθέως

αὐτέῳ παρεγένετο καινὴ τροφὴ, φθίνει δὴ καὶ ξυντήκεται ὑπὸ λιμοῦ.

Πάντα γὰρ, ἃ λέγω πάσχειν τὸν τοιοῦτον ἄνθρωπον, λιμῷ ἀνατίθημι.

Φημὶ δὲ καὶ τοὺς ἄλλους ἀνθρώπους ἅπαντας, οἵ τινες ἂν ὑγιαίνοντες

ἄσιτοι δύο ἢ τρεῖς ἡμέρας γένωνται, ταῦτα πείσεσθαι οἷα περὶ τῶν

ἀναρίστων γενομένων εἴρηκα. 

     Τὰς δὲ τοιαύτας φύσιας ἔγωγέ φημι, τὰς ταχέως τε καὶ

ἰσχυρῶς τῶν ἁμαρτημάτων ἀπολαυούσας, ἀσθενεστέρας εἶναι τῶν

ἑτέρων· ἐγγύτατα δὲ τοῦ ἀσθενέοντός ἐστιν ὁ ἀσθενής· ἔστι δὲ

ἀσθενέστερος ὁ ἀσθενέων, καὶ μᾶλλον αὐτέῳ προσήκει ὅ τι ἂν

τοῦ καιροῦ ἀποτυγχάνῃ, πονέειν. Χαλεπὸν, μὴ τοιαύτης ἀκριβίης

ἐούσης περὶ τὴν τέχνην, τυγχάνειν αἰεὶ τοῦ ἀτρεκεστάτου· πολλὰ

δὲ εἴδεα κατ' ἰητρικὴν ἐς τοσαύτην ἀκριβίην ἥκει, περὶ ὧν

εἰρήσεται. Οὐ φημὶ δὴ διὰ τοῦτο δεῖν τὴν τέχνην ὡς οὐκ ἐοῦσαν

οὐδὲ καλῶς ζητεομένην τὴν ἀρχαίην ἀποβαλέσθαι, εἰ μὴ ἔχει

περὶ πάντα ἀκριβίην, ἀλλὰ πολὺ μᾶλλον, διὰ τὸ ἐγγὺς, οἶμαι,

τοῦ ἀτρεκεστάτου ὁμοῦ δύνασθαι ἥκειν λογισμῷ, προσίεσθαι, καὶ 

ἐκ πολλῆς ἀγνωσίης θαυμάζειν τὰ ἐξευρημένα, ὡς καλῶς καὶ ὀρθῶς

ἐξεύρηται, καὶ οὐκ ἀπὸ τύχης.

     ᾿Επὶ δὲ τῶν τὸν καινὸν τρόπον τὴν τέχνην ἐξ ὑποθέσιος ζη-

τεόντων λόγον ἐπανελθεῖν βούλομαι. Εἰ γάρ ἐστι θερμὸν, ἢ ψυχρὸν,

ἢ ξηρὸν, ἢ ὑγρὸν τὸ λυμαινόμενον τὸν ἄνθρωπον, καὶ δεῖ τὸν ὀρθῶς

ἰητρεύοντα βοηθέειν τῷ μὲν θερμῷ ἐπὶ τὸ ψυχρὸν, τῷ δὲ ψυχρῷ ἐπὶ

τὸ θερμὸν, τῷ δὲ ξηρῷ ἐπὶ τὸ ὑγρὸν, τῷ δ' ὑγρῷ ἐπὶ τὸ ξηρόν· ἔστω

μοι ἄνθρωπος μὴ τῶν ἰσχυρῶν φύσει, ἀλλὰ τῶν ἀσθενεστέρων· οὗ-

τος δὲ πυροὺς ἐσθιέτω οὓς ἂν ἀπὸ τῆς ἅλω ἀνέλῃ, ὠμοὺς καὶ

ἀργοὺς, καὶ κρέα ὠμὰ, καὶ πινέτω ὕδωρ. Ταύτῃ χρεόμενος τῇ

διαίτῃ, εὖ οἶδ' ὅτι πείσεται πολλὰ καὶ δεινά· καὶ γὰρ πόνους πονή-

σει, καὶ τὸ σῶμα ἀσθενὲς ἔσται, καὶ ἡ κοιλίη φθαρήσεται, καὶ ζῇν

πουλὺν χρόνον οὐ δυνήσεται. Τί δεῖ τοιγαροῦν βοήθημα παρα-

σκευάσασθαι ὧδ' ἔχοντι; θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρόν; δῆ-

λον γὰρ ὅτι τουτέων τι. Εἰ γὰρ τὸ λυμαινόμενόν ἐστι τουτέων τὸ

ἕτερον, τῷ ὑπεναντίῳ προσήκει λῦσαι, ὡς ὁ ἐκείνων λόγος ἔχει. Τὸ

μὲν γὰρ βεβαιότατόν τε καὶ προφανέστατον φάρμακον, ἀφελόντα τὰ

διαιτήματα οἷσιν ἐχρῶτο, ἀντὶ μὲν τῶν πυρῶν ἄρτον διδόναι, ἀντὶ

δὲ τῶν ὠμῶν κρεῶν ἑφθὰ, πιεῖν τε ἐπὶ τούτοισιν οἴνου· ταῦτα με-

ταβάλλοντα οὐχ οἷόν τε μὴ ὑγιέα γενέσθαι, ἤν γε μὴ παντάπασιν

ᾖ διεφθαρμένος ὑπὸ χρόνου τε καὶ τῆς διαίτης. Τί δὴ φήσομεν;

πότερον αὐτέῳ ὑπὸ ψυχροῦ κακοπαθέοντι θερμὰ ταῦτα προσενέγ-

καντες ὠφέλησαν, ἢ τἀναντία; οἶμαι γὰρ ἔγωγε πολλὴν ἀπορίην

ἐρωτηθέντι παρασχεῖν· ὁ γὰρ τὸν ἄρτον σκευάζων τῶν πυρῶν τὸ

θερμὸν, ἢ τὸ ψυχρὸν, ἢ τὸ ξηρὸν, ἢ τὸ ὑγρὸν ἀφείλατο; οὗτος γὰρ

καὶ πυρὶ καὶ ὕδατι δίδοται, καὶ πολλοῖσιν εἴργασται, ὧν ἕκαστον

ἰδίην δύναμιν καὶ φύσιν ἔχει, καὶ τὰ μὲν τῶν ὑπαρχόντων ἀπο-

βέβληκεν, ἄλλοισι δὲ κέκρηται καὶ μέμικται.

     Οἶδα μὲν γὰρ καὶ τάδε δήπου, ὅτι διαφέρει ἐς τὸ σῶμα τοῦ

ἀνθρώπου καθαρὸς ἄρτος ἢ ξυγκομιστὸς, ἢ ἀπτίστων πυρῶν ἢ ἐ-

πτισμένων, ἢ πολλῷ ὕδατι πεφυρημένος, ἢ ὀλίγῳ, ἰσχυρῶς πε-

φυρημένος ἢ ἀφύρητος, ἢ ἔξοπτος, ἢ ἔνωμος, ἄλλα τε πρὸς τουτέοισι

μυρία· ὡς δ' αὔτως καὶ περὶ μάζης· καὶ αἱ δυνάμιες μεγάλαι τε

ἑκάστου, καὶ οὐδὲν ἡ ἑτέρη τῇ ἑτέρῃ ἐοικυῖα. ῞Οστις δὲ ταῦτα

οὐκ ἐπέσκεπται, ἢ σκεπτόμενος οὐκ οἶδε, πῶς ἄν τι οὗτος δύ-

ναιτο τῶν κατὰ τὸν ἄνθρωπον παθημάτων εἰδέναι; ὑπὸ γὰρ ἑνὸς ἑκά-

στου τουτέων πάσχει τε καὶ ἑτεροιοῦται ὁ ἄνθρωπος ἢ τοῖον ἢ

τοῖον· καὶ διὰ τουτέων πᾶς ὁ βίος καὶ ὑγιαίνοντι, καὶ ἐκ νούσου

ἀνατρεφομένῳ, καὶ κάμνοντι. Οὐκ ἂν οὖν ἕτερα τουτέων χρησι-

μώτερα, οὐδ' ἀναγκαιότερα ἔῃ εἰδέναι δήπου. ῞Ωστε καλῶς καὶ

λογισμῷ προσήκοντι ζητήσαντες πρὸς τὴν τοῦ ἀνθρώπου φύσιν εὗρον

αὐτὰ οἱ πρῶτοι εὑρόντες, καὶ ᾠήθησαν ἀξίην τὴν τέχνην θεῷ 

προσθεῖναι, ὡς καὶ νομίζεται. Οὐ γὰρ τὸ ξηρὸν, οὐδὲ τὸ ὑγρὸν, οὐδὲ

τὸ θερμὸν, οὐδὲ τὸ ψυχρὸν, οὐδ' ἄλλο τουτέων οὐδὲν ἡγησάμενοι

οὔτε λυμαίνεσθαι οὔτε προσδέεσθαι οὐδενὸς τουτέων τὸν ἄνθρωπον,

ἀλλὰ τὸ ἰσχυρὸν ἑκάστου καὶ τὸ κρέσσον τῆς φύσιος τῆς ἀνθρωπί-

νης· οὗ μὴ ἠδύνατο κρατέειν, τοῦτο βλάπτειν ἡγήσαντο, καὶ τοῦτο

ἐζήτησαν ἀφελέειν. ᾿Ισχυρότατον δέ ἐστι τοῦ μὲν γλυκέος τὸ γλυ-

κύτατον, τοῦ δὲ πικροῦ τὸ πικρότατον, τοῦ δὲ ὀξέος τὸ ὀξύτατον,

ἑκάστου δὲ πάντων τῶν ἐόντων ἡ ἀκμή· ταῦτα γὰρ ἑώρων καὶ τῷ

ἀνθρώπῳ ἐνεόντα καὶ λυμαινόμενα τὸν ἄνθρωπον. ῎Ενι γὰρ ἀν-

θρώπῳ καὶ πικρὸν καὶ ἁλμυρὸν, καὶ γλυκὺ καὶ ὀξὺ, καὶ στρυφνὸν καὶ πλα-

δαρὸν, καὶ ἄλλα μυρία, παντοίας δυνάμιας ἔχοντα, πλῆθός τε καὶ ἰσχύν.

Ταῦτα μὲν μεμιγμένα καὶ κεκρημένα ἀλλήλοισιν οὔτε φανερά ἐστιν,

οὔτε λυπέει τὸν ἄνθρωπον· ὅταν δέ τι τουτέων ἀποκριθῇ, καὶ αὐτὸ

ἐφ' ἑωυτοῦ γένηται, τότε καὶ φανερόν ἐστι καὶ λυπέει τὸν ἄνθρωπον.

Τοῦτο δὲ, τῶν βρωμάτων ὅσα ἡμῖν ἀνεπιτήδειά ἐστι καὶ λυμαίνεται

τὸν ἄνθρωπον ἐμπεσόντα, τουτέων ἕκαστον ἢ πικρόν τι καὶ ἄκρη-

τόν ἐστιν, ἢ ἁλμυρὸν ἢ ὀξὺ, ἢ ἄλλο τι ἄκρητόν τε καὶ ἰσχυρὸν,

καὶ διὰ τοῦτο ταρασσόμεθα ὑπ' αὐτέων, ὥσπερ καὶ ὑπὸ τῶν ἐν 

τῷ σώματι ἀποκρινομένων. Πάντα δὲ ὅσα ἄνθρωπος ἐσθίει ἢ πίνει,

τὰ τοιαῦτα βρώματα ἥκιστα τουτέου χυμοῦ ἀκρήτου τε καὶ δια-

φέροντος δῆλα ἔσται μετέχοντα, οἷον ἄρτος τε καὶ μᾶζα καὶ τὰ

ἑπόμενα τουτέοισιν οἷσιν εἴθισται ὥνθρωπος πλείστοισί τε καὶ

αἰεὶ χρέεσθαι, ἔξω τῶν πρὸς ἡδονήν τε καὶ κόρον ἠρτυμένων τε καὶ

ἐσκευασμένων· καὶ ἀπὸ τουτέων πλείστων ἐσιόντων ἐς τὸν ἄνθρω-

πον ταραχή τε καὶ ἀπόκρισις τῶν ἀμφὶ τὸ σῶμα δυναμίων ἥκιστα

γίνεται, ἰσχὺς δὲ, καὶ αὔξησις, καὶ τροφὴ μάλιστα, δι' οὐδὲν ἕτε-

ρον γίνεται, ἢ ὅτι εὖ τε ξυγκέκρηται, καὶ οὐδὲν ἔχει ἄκρητον,

οὐδὲ ἰσχυρὸν, ἀλλ' ὅλον ἕν τε γέγονε καὶ ἁπλόον καὶ μὴ

ἰσχυρόν.

     ᾿Απορέω δ' ἔγωγε, οἱ τὸν λόγον ἐκεῖνον λέγοντες, καὶ ἀπάγον-

τες ἐκ ταύτης τῆς ὁδοῦ ἐπὶ ὑπόθεσιν τὴν τέχνην, τίνα ποτὲ τρόπον

θεραπεύσουσι τοὺς ἀνθρώπους, ὥσπερ ὑποτίθενται. Οὐ γάρ ἐστιν

αὐτέοισιν, ὡς ἐγὼ οἶμαι, ἐξευρημένον αὐτό τι ἐφ' ἑωυτοῦ θερ-

μὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, μηδενὶ ἄλλῳ εἴδεϊ κοινωνέον,

ἀλλ' οἶμαι ἔγωγε ταῦτα πόματα καὶ βρώματα αὐτέοισιν ὑπάρ-

χειν οἷσι πάντες χρεόμεθα. Προστιθέασι δὲ τῷ μὲν εἶναι θερμῷ, 

τῷ δὲ ψυχρῷ, τῷ δὲ ξηρῷ, τῷ δὲ ὑγρῷ. ᾿Επεὶ ἐκεῖνό γε ἄπορον προσ-

τάξαι τῷ κάμνοντι, θερμόν τι προσενέγκασθαι· εὐθὺς γὰρ ἐρωτή-

σει, τί ἐστιν; ὥστε ληρέειν ἀνάγκη, ἢ ἐς τουτέων τι τῶν γινωσκο-

μένων καταφεύγειν. Εἰ δὲ δὴ τυγχάνει τὸ μὲν θερμὸν ἐὸν στρι-

φνὸν, ἄλλο δὲ θερμὸν ἐὸν πλαδαρὸν, ἄλλο δὲ θερμὸν, ἄραδον ἔχον

(ἔστι γὰρ καὶ ἄλλα πολλὰ θερμὰ καὶ ἄλλας πολλὰς δυνάμιας ὑπε-

ναντίας ἑωυτοῖσιν ἔχοντα), δεήσει δέ τι αὐτέων προσενεγκεῖν,

ἢ τὸ θερμὸν καὶ στριφνὸν, ἢ τὸ θερμὸν καὶ πλαδαρὸν, ἢ ἅμα

τὸ ψυχρὸν καὶ στριφνὸν (ἔστι γὰρ καὶ τοῦτο), καὶ τὸ ψυ-

χρόν τε καὶ πλαδαρόν· ὡς μὲν γὰρ ἔγωγε οἶδα, πᾶν τοὐναντίον

ἀφ' ἑκατέρου αὐτέων ἀποβαίνει, καὶ οὐ μόνον ἐν ἀνθρώπῳ, ἀλλὰ

καὶ ἐν σκύτεϊ καὶ ἐν ξύλῳ καὶ ἐν ἄλλοισι πολλοῖσιν ἅ ἐστιν ἀν-

θρώπου ἀναισθητότερα· οὐ γὰρ τὸ θερμόν ἐστι τὸ τὴν μεγάλην δύ-

ναμιν ἔχον, ἀλλὰ τὸ στρυφνὸν καὶ τὸ πλαδαρὸν, καὶ τἆλλα ὅσα μοι

εἴρηται, καὶ ἐν τῷ ἀνθρώπῳ, καὶ ἔξω τοῦ ἀνθρώπου, καὶ ἐσθιόμενα

καὶ πινόμενα καὶ ἔξωθεν ἐπιχριόμενά τε καί πως πλασσόμενα.

     Ψυχρότητα δ' ἔγωγε καὶ θερμότητα πασέων ἥκιστα

τῶν δυναμίων νομίζω δυναστεύειν ἐν τῷ σώματι διὰ τάσδε τὰς προ-

φάσιας· ὃν μὲν ἂν δήπου χρόνον μεμιγμένα αὐτὰ αὐτέοισιν, ἅμα

τὸ ψυχρόν τε καὶ θερμὸν ἔῃ, οὐ λυπέει· κρῆσις γὰρ καὶ μετριό-

της τῷ μὲν ψυχρῷ γίνεται ἀπὸ τοῦ θερμοῦ, τῷ δὲ θερμῷ ἀπὸ

τοῦ ψυχροῦ· ὅταν δὲ ἀποκριθείη χωρὶς ἑκάτερον, τότε λυ-

πέει· ἐν δὲ δὴ τουτέῳ τῷ καιρῷ, ὅταν τὸ ψυχρὸν ἐπιγένη-

ται καί τι λυπήσῃ τὸν ἄνθρωπον, διὰ ταχέος πρῶτον δι' αὐ-

τὸ τοῦτο πάρεστι τὸ θερμὸν αὐτόθεν ἐκ τοῦ ἀνθρώπου, οὐδεμιῆς

βοηθείης οὐδὲ παρασκευῆς δεόμενον· καὶ ταῦτα καὶ ἐν ὑγιαίνουσι

τοῖσιν ἀνθρώποισιν ἀπεργάζεται, καὶ ἐν κάμνουσιν. Τοῦτο μὲν, εἴ τις

θέλει ὑγιαίνων χειμῶνος διαψῦξαι τὸ σῶμα, ἢ λουσάμενος ψυ-

χρῷ, ἢ ἄλλῳ τῳ τρόπῳ, ὅσῳ ἂν αὐτὸ ἐπιπλέον ποιήσῃ, καὶ ἤν γε

μὴ παντάπασι παγῇ τὸ σῶμα, ὅταν εἵματα λάβῃ καὶ ἔλθῃ ἐς τὴν

σκέπην, μᾶλλον καὶ ἐπὶ πλέον θερμαίνεται τὸ σῶμα. Τοῦτο δὲ, εἰ

θέλοι ἐκθερμανθῆναι στερεῶς ἢ λουτρῷ θερμῷ, ἢ πολλῷ πυρὶ, ἐκ

δὲ τουτέου τὸ ωὐτὸ εἷμα ἔχων ἐν τῷ αὐτέῳ χωρίῳ τὴν διατριβὴν

ποιέεσθαι, ὥσπερ διεψυγμένος, πολὺ φανεῖται καὶ ψυχρότερος καὶ

ἄλλως φρικαλεώτερος. Εἰ ῥιπιζόμενός τις ὑπὸ πνίγεος καὶ παρα-

σκευαζόμενος αὐτὸς ἑωυτῷ ψύχος ἐκ τοιούτου ἂν τρόπου, διαπαύ-

σαιτο τοῦτο ποιέων, δεκαπλάσιον ἔσται τὸ καῦμα καὶ τὸ πνῖγος

ἢ τῷ μηδὲν τουτέων ποιέοντι. Τὰ δὲ δὴ καὶ πουλὺ μείζω, ὅσοι

ἂν διὰ χιόνος ἢ ἄλλης ψύξιος βαδίσαντες ῥιγώσωσι διαφερόντως

πόδας, ἢ χεῖρας, ἢ κεφαλὴν, οἷα πάσχουσιν ἐς τὴν νύκτα, ὅταν

περισταλέωσί τε καὶ ἐν ἀλέῃ γένωνται, ὑπὸ καύματος καὶ κνησμοῦ·

καὶ ἔστιν οἷσι φλυκταῖναι ἀνίστανται ὡς ἀπὸ πυρὸς κατακεκαυ-

μένοισι· καὶ οὐ πρότερον τοῦτο πάσχουσιν πρὶν ἢ θερμανθῶσιν. Οὕ-

τως ἑτοίμως ἑκάτερον αὐτέων ἐπὶ θάτερα παραγίνεται. Μυρία δ' ἂν

καὶ ἕτερα ἔχοιμι εἰπεῖν. Τὰ δὲ κατὰ τοὺς νοσέοντας, οὐχ οἷσιν ἂν

ῥῖγος γένηται, τουτέοισιν ὀξύτατος ὁ πυρετὸς ἐκλάμπει; καὶ οὐχ

οὕτως ἰσχυρῶς, ἀλλὰ καὶ παυόμενος, δι' ὀλίγου, καὶ ἄλλως τὰ

πολλὰ ἀσινής· καὶ ὅσον ἂν χρόνον παρέῃ, διάθερμος, καὶ διεξιὼν

διὰ παντὸς, τελευτᾷ ἐς τοὺς πόδας μάλιστα, οὗπερ τὸ ῥῖγος καὶ 

ἡ ψύξις νεηνικωτάτη καὶ ἐπὶ πλέον ἐχρόνισεν· πάλιν δὲ ὅταν

ἱδρώσῃ καὶ ἀπαλλαγῇ ὁ πυρετὸς, πολὺ μᾶλλον ἔψυξεν ἢ εἰ

μὴ ἔλαβε τὴν ἀρχήν. ¿Ω οὖν διαταχέος οὕτω παραγίνεται τὸ ἐναντιώ-

τατόν τε καὶ ἀφελόμενον τὴν δύναμιν ἀπὸ ταυτομάτου, τί ἂν ἀπὸ

τουτέου μέγα ἢ δεινὸν γένοιτο; ἢ τίνος δεῖ πολλῆς ἐπὶ τουτέῳ

βοηθείης;

     Εἴποι ἄν τις, ἀλλ' οἱ πυρεταίνοντες τοῖσι καύσοισί

τε καὶ περιπλευμονίῃσι καὶ ἄλλοισιν ἰσχυροῖσι νουσήμασιν οὐ

ταχέως ἐκ τῆς θέρμης ἀπαλλάσσονται, οὐδὲ πάρεστιν ἐνταῦθα ἔτι

τὸ θερμὸν ἢ τὸ ψυχρόν. ᾿Εγὼ δὲ τοῦτό μοι μέγιστον τεκμήριον ἡγεῦ-

μαι εἶναι, ὅτι οὐ διὰ τὸ θερμὸν ἁπλῶς πυρεταίνουσιν οἱ ἄνθρωποι,

οὐδὲ τοῦτο εἴη τὸ αἴτιον τῆς κακώσιος μοῦνον, ἀλλ' ἔστι καὶ πι-

κρὸν καὶ θερμὸν τὸ αὐτὸ, καὶ θερμὸν καὶ ὀξὺ, καὶ ἁλμυρὸν καὶ θερ-

μὸν, καὶ ἄλλα μυρία, καὶ πάλιν γε ψυχρὸν μετὰ δυναμίων ἑτέρων.

Τὰ μὲν οὖν λυμαινόμενα ταῦτά ἐστι· ξυμπάρεστι δὲ καὶ τὸ θερ-

μὸν, ῥώμης μετέχον, ὡς ἂν τὸ ἡγεύμενον καὶ παροξυνόμενον καὶ

αὐξανόμενον ἅμα κείνῳ, δύναμιν δὲ οὐδεμίην πλείω τῆς προση-

κούσης.

     Δῆλα δὲ ταῦτα ὅτι ὧδε ἔχει ἐπὶ τῶνδε τῶν σημείων· πρῶτον

μέν ἐστι φανερώτατα ὧν πάντες ἔμπειροι πολλάκις ἤδη ἐσμέν  

τε καὶ ἐσόμεθα. Τοῦτο μὲν, ὅσοισιν ἂν ἡμέων κόρυζα ἐγγένηται

καὶ ῥεῦμα κινηθῇ διὰ τῶν ῥινέων, τοῦτο ὡς πολὺ δριμύτερον τοῦ

πρότερον γινομένου τε καὶ ἰόντος ἐκ τῶν ῥινέων καθ' ἑκάστην ἡμέ-

ρην, καὶ οἰδέειν μὲν ποιέει τὴν ῥῖνα, καὶ ξυγκαίει θερμήν τε καὶ

διάπυρον ἐσχάτως· ἢν δὲ τὴν χεῖρα προσφέρῃς καὶ πλείω χρόνον

παρέῃ, καὶ ἐξελκοῦται τὸ χωρίον, ἄσαρκόν τε καὶ σκληρὸν ἐόν. Παύ-

εται δέ πως τό γε καῦμα ἐκ τῆς ῥινὸς, οὐχ ὅταν τὸ ῥεῦμα γίνηται

καὶ ἡ φλεγμονὴ ἔῃ· ἀλλ' ἐπειδὰν παχύτερόν τε καὶ ἧσσον δριμὺ ῥέῃ

πέπον τε καὶ μεμιγμένον μᾶλλον τῷ πρότερον γινομένῳ, τότ' ἤδη

καὶ τὸ καῦμα πέπαυται· ἀλλ' οἷσι δὲ ὑπὸ ψύχεος φανερῶς αὐτέου

μούνου γίνεται, μηδενὸς ἄλλου ξυμπαραγενομένου, πᾶσιν αὕτη

ἡ ἀπαλλαγὴ, ἐκ μὲν τῆς ψύξιος διαθερμανθῆναι, ἐκ δὲ τοῦ καύ-

ματος διαψυχθῆναι, καὶ ταῦτα ταχέως παραγίνεται καὶ πέψιος οὐ-

δεμιῆς προσδέεται. Τὰ δ' ἄλλα πάντα ὅσα διὰ χυμῶν δριμύτητας

καὶ ἀκρησίας φημὶ ἔγωγε γίνεσθαι, τὸν αὐτὸν τρόπον ἀποκαθίστα-

ται κρηθέντα καὶ πεφθέντα.

     ῞Οσα τ' αὖ ἐπὶ τοὺς ὀφθαλμοὺς τρέπεται τῶν ῥευμάτων,

ὡς ἰσχυρὰς καὶ παντοίας δριμύτητας ἔχοντα, ἑλκοῖ μὲν βλέφαρα,

κατεσθίει δὲ ἐνίων γνάθους τε καὶ τὰ ὑπὸ τοῖσιν ὀφθαλμοῖσιν,

ἐφ' ὅ τι ἂν ἐπιρρυῇ, ῥήγνυσί τε καὶ διεσθίει τὸν ἀμφὶ τὴν ὄψιν

χιτῶνα. ᾿Οδύναι δὲ καὶ καῦμα καὶ φλογμὸς ἔσχατος κατέχει μέχρι

τινὸς, μέχρις ἂν τὰ ῥεύματα πεφθῇ καὶ γένηται παχύτερα, καὶ λήμη

ἀπ' αὐτέων ἴῃ· τὸ δὲ πεφθῆναι γίνεται ἐκ τοῦ μιχθῆναι, κρηθῆναί

τε ἀλλήλοισι καὶ ξυνεψηθῆναι. Τοῦτο δ', ὅσα ἐς τὴν φάρυγγα ἀφ'

ὧν βράγχοι γίνονται, κυνάγκαι, ἐρυσιπέλατα, περιπλευμονίαι,

πάντα ταῦτα τὸ μὲν πρῶτον ἁλμυρά τε καὶ ὑγρὰ καὶ δριμέα ἀφίει·

καὶ ἐν τοῖσι τουτέοισιν ἔρρωται τὰ νουσήματα. ῞Οταν δὲ παχύτερα

καὶ πεπαίτερα γένηται καὶ πάσης δριμύτητος ἀπηλλαγμένα, τότ'

ἤδη καὶ οἱ πυρετοὶ λύονται καὶ τἄλλα τὰ λυπέοντα τὸν ἄνθρωπον·

Δεῖ δὲ δήπου ταῦτα αἴτια ἑκάστου ἡγέεσθαι, ὧν παρεόντων μὲν

τοιοῦτον τρόπον ἀνάγκη γίνεσθαι, μεταβαλλόντων δὲ ἐς ἄλλην κρῆ-

σιν παύεσθαι. ῾Οκόσα οὖν ἀπὸ αὐτέης τῆς θερμῆς εἰλικρινέος ἢ ψύ-

ξιος γίνηται, καὶ μὴ μετέχῃ ἄλλης δυνάμιος μηδεμιῆς, οὕτω

παύοιτ' ἂν, ὅταν μεταβάλλῃ ἐκ τοῦ ψυχροῦ ἐς τὸ θερμὸν, καὶ ἐκ τοῦ

θερμοῦ ἐς τὸ ψυχρόν· μεταβάλλει δ' ὅν μοι προείρηται τρόπον. ῎Ετι

τοίνυν τἄλλα ὅσα κακοπαθέει ἄνθρωπος, πάντα ἀπὸ δυναμίων

γίνεται. Τοῦτο μὲν, ὅταν πικρότης τις ἀποχυθῇ, ἣν δὴ χολὴν ξανθὴν

καλέομεν, οἷαι ἄσαι καὶ καῦμα καὶ ἀδυναμίαι κατέχουσιν· ἀπαλ-

λασσόμενοί τε τουτέου ἐνίοτε καὶ καθαιρόμενοι, ἢ αὐτόματοι, ἢ ὑπὸ

φαρμάκου, ἢν ἐν καιρῷ τι αὐτέων γένηται, φανερῶς καὶ τῶν πό-

νων καὶ τῆς θέρμης ἀπαλλάσσονται· ὅσον δ' αὖ χρόνον ταῦτα

μετεώρα ἔῃ καὶ ἄπεπτα καὶ ἄκρητα, μηχανὴ οὐδεμίη οὔτε τῶν

πόνων παύσασθαι οὔτε τῶν πυρετῶν. Καὶ οἷσι μὲν ὀξύτητες προσ-

ίστανται δριμεῖαί τε καὶ ἰώδεες, οἷαι λύσσαι, καὶ δήξιες σπλάγχνων

καὶ θώρηκος, καὶ ἀπορίη· οὐ παύεται τουτέου πρότερον πρὶν ἢ

ἀποκαθαρθῇ τε καὶ καταστορεσθῇ, καὶ μιχθῇ τοῖσιν ἄλλοισιν. Πέσ-

σεσθαι δὲ καὶ μεταβάλλειν καὶ λεπτύνεσθαι καὶ παχύνεσθαι ἐς χυ-

μῶν εἶδος διὰ πολλῶν εἰδέων καὶ παντοίων (διὸ καὶ αἱ κρίσιες

καὶ οἱ ἀριθμοὶ τῶν χρόνων ἐν τοῖσι τουτέοισι μέγα δύνανται), πάντων

δὴ τουτέων ἥκιστα προσήκει θερμῷ ἢ ψυχρῷ πάσχειν, οὔτε γὰρ ἂν

τοῦτό γε σαπῇ, οὔτε παχυνθῇ. Τί δ' ἂν αὐτὸ φαίημεν εἶναι;

Κρήσιας αὐτέων, ἄλλην πρὸς ἄλληλα ἐχούσας δύναμιν. ᾿Επεὶ 

ἄλλῳ γε οὐδενὶ τὸ θερμὸν μιχθὲν παύσεται τῆς θέρμης ἢ τῷ ψυχρῷ,

οὐδέ γε πάλιν τὸ ψυχρὸν ἢ τῷ θερμῷ. Τὰ δ' ἄλλα πάντα περὶ

τὸν ἄνθρωπον, ὅσῳ ἂν πλέοσι μίσγηται, τοσούτῳ ἠπιώτερα καὶ

βελτίονα. Πάντων δὲ ἄριστα διάκειται ὥνθρωπος, ὅταν πέσσηται

καὶ ἐν ἡσυχίῃ ἔῃ, μηδεμίην δύναμιν ἰδίην ἀποδεικνύμενος. Περὶ

μὲν οὖν τουτέων ἱκανῶς μοι ἡγεῦμαι ἐπιδεδεῖχθαι.

     Λέγουσι δέ τινες καὶ ἰητροὶ καὶ σοφισταὶ ὡς οὐκ ἔνι δυνατὸν

ἰητρικὴν εἰδέναι ὅστις μὴ οἶδεν ὅ τί ἐστιν ἄνθρωπος· ἀλλὰ τοῦτο δεῖ

καταμαθεῖν τὸν μέλλοντα ὀρθῶς θεραπεύσειν τοὺς ἀνθρώπους. Τείνει

δὲ αὐτέοισιν ὁ λόγος ἐς φιλοσοφίην, καθάπερ ᾿Εμπεδοκλῆς ἢ ἄλλοι οἳ

περὶ φύσιος γεγράφασιν ἐξ ἀρχῆς ὅ τί ἐστιν ἄνθρωπος, καὶ ὅπως ἐγένετο

πρῶτον καὶ ὅπως ξυνεπάγη. ᾿Εγὼ δὲ τουτέων μὲν ὅσα τινὶ εἴρη-

ται σοφιστῇ ἢ ἰητρῷ, ἢ γέγραπται περὶ φύσιος, ἧσσον νομίζω

τῇ ἰητρικῇ τέχνῃ προσήκειν ἢ τῇ γραφικῇ. Νομίζω δὲ περὶ φύσιος 

γνῶναί τι σαφὲς οὐδαμόθεν ἄλλοθεν εἶναι ἢ ἐξ ἰητρικῆς. Τοῦτο δὲ,

οἷόν τε καταμαθεῖν, ὅταν αὐτέην τις τὴν ἰητρικὴν ὀρθῶς πᾶσαν

περιλάβῃ· μέχρι δὲ τουτέου πολλοῦ μοι δοκέει δεῖν· λέγω δὲ

τὴν ἱστορίην ταύτην εἰδέναι ἄνθρωπος τί ἐστι, καὶ δι' οἵας αἰτίας

γίνεται, καὶ τἄλλα ἀκριβέως. ᾿Επεί τοί γέ μοι δοκέει ἀναγκαῖον

εἶναι παντὶ ἰητρῷ περὶ φύσιος εἰδέναι, καὶ πάνυ σπουδάσαι ὡς εἴ-

σεται, εἴπερ τι μέλλει τῶν δεόντων ποιήσειν, ὅ τί ἐστιν ἄνθρω-

πος πρὸς τὰ ἐσθιόμενα καὶ πινόμενα, καὶ ὅ τι πρὸς τὰ ἄλλα ἐπι-

τηδεύματα, καὶ ὅ τι ἀφ' ἑκάστου ἑκάστῳ ξυμβήσεται. Καὶ μὴ

ἁπλῶς οὕτω δοκέειν ὅτι πονηρὸν βρῶμα τυρός· πόνον γὰρ φέρει

τῷ πληρωθέντι αὐτέου, ἀλλὰ τίνα τε πόνον καὶ διὰ τί καὶ τίνι τῶν

ἐν τῷ ἀνθρώπῳ ἐνεόντων ἀνεπιτήδειον. ῎Εστι γὰρ καὶ ἄλλα πολλὰ

βρώματα καὶ πόματα φύσει πονηρὰ, καὶ διατίθησι τὸν ἄνθρωπον

οὐ τὸν αὐτὸν τρόπον. Οὕτως οὖν μοι ἔστω τῷ λόγῳ οἷον οἶνος ἄκρη-

τος πολὺς ποθεὶς, διατίθησί πως τὸν ἄνθρωπον ἀσθενέα· καὶ

ἅπαντες ἂν ἰδόντες τοῦτο γνοίησαν, ὅτι αὕτη ἡ δύναμις οἴνου καὶ 

αὐτός ἐστιν αἴτιος· καὶ οἷσί γε τῶν ἐν τῷ ἀνθρώπῳ τοῦτο μάλιστά

γε δύναται, οἴδαμεν. Τοιαύτην δὴ βούλομαι ἀληθείην καὶ περὶ τῶν 

ἄλλων φανῆναι. Τυρὸς γὰρ, ἐπειδὴ τουτέῳ σημείῳ ἐχρησάμην, οὐ

πάντας ἀνθρώπους ὁμοίως λυμαίνεται, ἀλλ' εἰσὶν οἵτινες αὐτέου

πληρεύμενοι οὐδ' ὁτιοῦν βλάπτονται· ἀλλὰ καὶ ἰσχὺν, οἷσιν ἂν

ξυμφέρῃ, θαυμασίως παρέχεται· εἰσὶ δὲ οἳ χαλεπῶς ἀπαλλάσσουσι·

διαφέρουσι δὲ τουτέων αἱ φύσιες· διαφέρουσι δὲ κατὰ τοῦτο· ὅπερ

ἐν τῷ σώματι ἔνεστι πολέμιον τυρῷ, ὑπὸ τοιουτέου ἐγείρεταί τε καὶ

κινέεται· οἷσιν ὁ τοιοῦτος χυμὸς τυγχάνει πλέον ἐνεὼν καὶ

μᾶλλον ἐνδυναστεύων ἐν τῷ σώματι, τουτέους μᾶλλον καὶ κακο-

παθέειν εἰκός. Εἰ δὲ πάσῃ τῇ ἀνθρωπίνῃ φύσει ἦν κακὸν, πάντας

ἂν ἐλυμαίνετο. Ταῦτα δὲ εἴ τις εἰδοίη, οὐκ ἂν πάσχοι.

     Τὰ δ' ἐν τῇσιν ἀνακομιδῇσι τῇσιν ἐκ τῶν νούσων, ἔτι δὲ καὶ ἐν

τῇσι νούσοισι τῇσι μακρῇσι γίνονται πολλαὶ ξυνταράξιες, αἱ μὲν

ἀπὸ ταυτομάτου, αἱ δὲ καὶ ἀπὸ τῶν προσενεχθέντων τῶν τυχόντων.

Οἶδα δὲ τοὺς ἰητροὺς τοὺς πολλοὺς, ὡς τοὺς ἰδιώτας, ἢν τύχωσι περὶ

τὴν ἡμέρην ταύτην τι κεκαινουργηκότες, ὡς λουσάμενοι, ἢ περι-

πατήσαντες, ἢ φαγόντες τι ἑτεροῖον, ταῦτα δὲ πάντα βελτίω προσ-

ενηνεγμένα ἢ μὴ, οὐδενὸς ἧσσον τὴν αἰτίην τουτέων τινὶ ἀνατιθέν-

τας, τὸ μὲν αἴτιον ἀγνοεῦντας, τὸ δὲ ξυμφορώτατον, ἢν οὕτω

τύχῃ, ἀφανίσαντας. Δεῖ δὲ οὔ· ἀλλ' εἰδέναι τί λουτρὸν ἀκαίρως 

προσγενόμενον ἐργάσεται, καὶ τί κόπος. Οὐδέποτε γὰρ ἡ αὐτὴ

κακοπαθίη τουτέων, οὐδ' ἑτέρου, οὐδέ γε ἀπὸ πληρώσιος, οὐδέ

γε ἀπὸ βρώματος τοίου ἢ τοίου. ῞Οστις οὖν ταῦτα μὴ εἴσεται ὡς

ἕκαστα ἔχει πρὸς τὸν ἄνθρωπον, οὔτε γινώσκειν τὰ γινόμενα ἀπ' αὐ-

τέων δυνήσεται, οὔτε χρέεσθαι ὀρθῶς.

     Δεῖν δέ μοι δοκέει καὶ ταῦτ' εἰδέναι, ὅσα τῷ ἀνθρώπῳ πα-

θήματα ἀπὸ δυναμίων ἔρχεται, καὶ ὅσα ἀπὸ σχημάτων. Λέγω δὲ

τί τοῦτο; Δύναμιν μὲν εἶναι τῶν χυμῶν τὰς ἀκρότητάς τε καὶ

ἰσχῦς· σχήματα δὲ λέγω ὅσα ἔνεστιν ἐν τῷ ἀνθρώπῳ. Τὰ μὲν γὰρ

κοῖλά τε καὶ ἐξ εὐρέος ἐς στενόν ἐστι συνηγμένα, τὰ δὲ καὶ ἐκ-

πεπταμένα, τὰ δὲ στερεά τε καὶ στρογγύλα, τὰ δὲ πλατέα καὶ

ἐπικρεμάμενα, τὰ δὲ διατεταμένα, τὰ δὲ μακρὰ, τὰ δὲ πυκνὰ,

τὰ δὲ μανά τε καὶ τεθηλότα, τὰ δὲ σπογγοειδέα καὶ ἀραιά.

Τοῦτο μὲν, ἑλκύσαι ἐφ' ἑωυτὸ καὶ ἐπισπάσασθαι ὑγρότητα ἐκ τοῦ

ἄλλου σώματος, πότερον τὰ κοῖλά τε καὶ ἐκπεπταμένα, ἢ τὰ στερεά

τε καὶ στρογγύλα, ἢ τὰ κοῖλά τε καὶ ἐς στενὸν ἐξ εὐρέος συνηγ-

μένα, δύναιτ' ἂν μάλιστα; Οἶμαι μέντοι τὰ τοιαῦτα ἐς στε-

νὸν συνηγμένα ἐκ κοίλου τε καὶ εὐρέος. Καταμανθάνειν δὲ δεῖ

αὐτὰ ἔξωθεν ἐκ τῶν φανερῶν. Τοῦτο μὲν γὰρ, τῷ στόματι κε-

χηνὼς ὑγρὸν οὐδὲν ἀνασπάσαις· προμυλλήνας δὲ καὶ συστείλας,

πιέσας τε τὰ χείλεα, ἔτι τε αὐλὸν προσθέμενος, ῥηϊδίως ἀνα-

σπάσαις ἂν ὅ τι θέλοις. Τοῦτο δὲ, αἱ σικύαι προσβαλλόμεναι ἐξ 

εὐρέος ἐς στενώτερον ἐστενωμέναι πρὸς τοῦτο τετεχνέαται, πρὸς

τὸ ἕλκειν ἀπὸ τῆς σαρκὸς καὶ ἐπισπᾶσθαι, ἄλλα τε πολλὰ τοιουτό-

τροπα. Τῶν δ' ἔσω τοῦ ἀνθρώπου φύσις καὶ σχῆμα τοιοῦτον·

κύστις τε καὶ κεφαλὴ, καὶ ὑστέρα γυναιξί· καὶ φανερῶς ταῦτα μά-

λιστα ἕλκει, καὶ πλήρεά ἐστιν ἐπάκτου ὑγρότητος αἰεί. Τὰ δὲ

κοῖλα καὶ ἐκπεπταμένα ἐπιῤῥυεῖσαν μὲν ἂν ὑγρότητα μάλιστα

δέξαιτο πάντων, ἐπισπάσαιτο δ' ἂν οὐχ ὁμοίως. Τὰ δέ γε στερεὰ

καὶ στρογγύλα οὔτ' ἂν ἐπισπάσαιτο οὔτ' ἂν ἐπιῤῥυεῖσαν δέξαιτο·

περιολισθάνοι τε γὰρ ἂν, καὶ οὐκ ἔχοι ἕδρην ἐφ' ἧς μένοι. Τὰ δὲ

σπογγοειδέα τε καὶ ἀραιὰ, οἷον σπλὴν, πλεύμων καὶ μαζοὶ,

προσκαθεζόμενα μάλιστα ἀναπίοι καὶ σκληρυνθείη καὶ αὐξηθείη,

ὑγρότητος προσγενομένης, ταῦτα μάλιστα. Οὐ γὰρ ἂν ἐν 

σπληνὶ, ὥσπερ ἐν κοιλίῃ ἐν ᾗ τὸ ὑγρὸν, ἔξω τε περιέχοι αὕτη ἡ κοιλίη

καὶ ἐξαλίζοιτ' ἂν καθ' ἑκάστην ἡμέρην· ἀλλ' ὅταν πίῃ καὶ δέξηται

αὐτὸς ἐς ἑωυτὸν τὸ ὑγρὸν, τὰ κενὰ καὶ ἀραιὰ ἐπληρώθη, καὶ

τὰ σμικρὰ πάντα, καὶ ἀντὶ ἀραιοῦ τε καὶ μαλθακοῦ σκληρός

τε καὶ πυκνὸς ἐγένετο, καὶ οὔτ' ἐκπέσσει οὔτ' ἀφίησι· ταῦτα δὲ

πάσχει διὰ τὴν φύσιν τοῦ σχήματος. ῞Οσα δὲ φῦσάν τε καὶ ἀνειλή-

ματα ἐνεργάζονται ἐν τῷ σώματι, προσήκει ἐν μὲν τοῖσι κοίλοισί

τε καὶ εὐρυχώροισιν, οἷον κοιλίῃ τε καὶ θώρηκι, ψόφον τε καὶ 

πάταγον ἐμποιέειν. ῞Οτε γὰρ ἂν μὴ ἀποπληρώσῃ οὕτως ὥστε

στῆναι, ἀλλ' ἔχῃ μεταβολάς τε καὶ κινήσιας, ἀνάγκη ὑπ' αὐτέων

καὶ ψόφον καὶ καταφανέας κινήσιας γίνεσθαι. ῞Οσα δὲ σαρκώδεά

τε καὶ μαλθακὰ, ἐν τοῖσι τοιούτοισι νάρκαι τε καὶ πληρώματα,

οἷα ἐν τοῖσιν ἀποπληγεῖσι γίνεται· ὅταν δ' ἐγκύρσῃ πλατέϊ τε

καὶ ἀντικειμένῳ, καὶ πρὸς αὐτὸ ἀντιπαίσῃ, καὶ φύσει τοῦτο

τύχῃ, μήτε ἰσχυρὸν ἐὸν, ὥστε δύνασθαι ἀντέχεσθαι τῆς βίης

καὶ μηδὲν κακὸν παθεῖν, μήτε μαλθακόν τε καὶ ἀραιὸν, ὥστ'

ἐκδέξασθαί τε καὶ ὑπεῖξαι, ἁπαλὸν δὲ καὶ τεθηλὸς καὶ ἔναιμον

καὶ πυκνὸν, οἷον ἧπαρ, διὰ μὲν τὴν πυκνότητα καὶ πλατύτητα ἀν-

θέστηκέ τε καὶ οὐχ ὑπείκει. Φῦσα δὲ ἐπιχεομένη αὔξεταί τε καὶ

ἰσχυροτέρη γίνεται, καὶ ὁρμᾷ μάλιστα πρὸς τὸ ἀντιπαῖον. Διὰ δὲ

τὴν ἁπαλότητα καὶ τὴν ἐναιμότητα οὐ δύναται ἄνευ πόνων εἶναι,

καὶ διὰ ταύτας τὰς προφάσιας ὀδύναι τε ὀξύταται καὶ πυκνόταται

πρὸς τοῦτο τὸ χωρίον γίνονται, ἐκπυήματά τε καὶ φύματα 

πλεῖστα. Γίνεται δὲ καὶ ὑπὸ φρένας ἰσχυρῶς, ἧσσον δὲ πολλόν·

διάτασις μὲν γὰρ φρενῶν πλατείη καὶ ἀντικειμένη, φύσις δὲ νευ-

ρωδεστέρη τε καὶ ἰσχυροτέρη, διὸ ἧσσον ἐπώδυνά ἐστι. Γίνονται

δὲ καὶ περὶ ταῦτα καὶ πόνοι καὶ φύματα.

     Πολλὰ δὲ καὶ ἄλλα καὶ ἔσω καὶ ἔξω τοῦ σώματος εἴδεα σχη-

μάτων, ἃ μεγάλα ἀλλήλων διαφέρει πρὸς τὰ παθήματα καὶ νο-

σέοντι καὶ ὑγιαίνοντι, οἷον κεφαλαὶ σμικραὶ ἢ μεγάλαι, τράχηλοι λε-

πτοὶ ἢ παχέες, μακροὶ ἢ βραχέες, κοιλίαι μακραὶ ἢ στρογγύλαι,

θώρηκος καὶ πλευρέων πλατύτητες ἢ στενότητες, καὶ ἄλλα μυ-

ρία, ἃ δεῖ πάντα εἰδέναι ᾗ διαφέρει, ὅπως, τὰ αἴτια ἑκάστων εἰ-

δὼς, ὀρθῶς τηροίης.

     Περὶ δὲ δυναμίων χυμῶν, αὐτέων τε ἕκαστος ὅ τι δύναται

ποιέειν τὸν ἄνθρωπον ἐσκέφθαι, καὶ πρότερον εἴρηται, καὶ τὰς ξυγ-

γενείας ὡς ἔχουσι πρὸς ἀλλήλους. Λέγω δὲ τὸ τοιοῦτον· εἰ γλυκὺς χυ-

μὸς μεταβάλλοι ἐς ἄλλο εἶδος, μὴ ἀπὸ ξυγκρήσιος, ἀλλ' αὐτὸς

ἐξιστάμενος, ποῖός τις πρῶτος γένοιτο, πικρὸς, ἢ ἁλμυρὸς, ἢ

στρυφνὸς, ἢ ὀξύς; Οἶμαι μὲν, ὀξύς. ῾Ο ἄρα ὀξὺς χυμὸς ἀνεπι-

τήδειος προσφόρων ἂν τῶν λοιπῶν μάλιστα εἴη, εἴπερ ὁ γλυκύς

γε πάντων ἐπιτηδειότατος. Οὕτως, εἴ τις δύναιτο ζητέων

ἔξωθεν ἐπιτυγχάνειν, δύναιτ' ἂν πάντων ἐκλέγεσθαι αἰεὶ τὸ

βέλτιστον· βέλτιστον δέ ἐστι τὸ προσωτάτω τοῦ ἀνεπιτηδείου

ἀπέχον.