᾿Αρτηρίη ἐξ ἑκατέρου φαρυγγέθρου τὴν ἔκφυσιν ποιευμένη ἐς

ἄκρον πνεύμονος τελευτᾷ, κρίκοις ξυγκειμένη ὁμορυσμοῖς, τῶν πε-

ριηγέων ἁπτομένη κατ' ἐπίπεδον ἀλλήλων. Αὐτὸς δὲ ὁ πνεύμων

συνεξαναπληροῖ τὴν χέλυν, τετραμμένος ἐς τὰ ἀριστερὰ, πέντε

ὑπερκορυφώσιας ἔχων, ἃς δὴ καλέουσι λοβοὺς, τεφρίνης χροιῆς τυ-

χὼν, στίγμασιν ὀφρυόεσι κεκεντημένος, φύσει ἐὼν τενθρηνιώδης.

Μέσῳ δ' αὐτέῳ ἡ καρδίη ἐγκαθίδρυται, στρογγυλωτέρη καθεστεῶσα

πάντων ζώων. ᾿Απὸ δὲ τῆς καρδίης ἐς ἧπαρ βρογχίη πολλὴ καθή-

κει, καὶ μετὰ βρογχίης φλὲψ μεγάλη καλευμένη, δι' ἧς οὖλον τὸ

σκῆνος τρέφεται. Τὸ δὲ ἧπαρ ὁμορυσμίην μὲν ἔχει τοῖς ἄλλοις ἅπα-

σιν, αἱμοῤῥωδέστερον δέ ἐστι τῶν ἄλλων, ὑπερκορυφώσιας ἔχον δύο,

ἃς καλέουσι πύλας, ἐν δεξιοῖς τόποις κειμένας· ἀπὸ δὲ τουτέου σκα-

λήνη φλὲψ ἐπὶ τὰ κάτω νεφρῶν ἀποτείνουσα. Νεφροὶ δὲ ὁμοιορυ-

σμοὶ, τὴν χροιὴν δὲ ἐναλίγκιοι μήλοισιν· ἀπὸ δὲ τουτέων ὀχετοὶ σκα-

ληνοειδέες ἄκρην κορυφὴν κύστιος κεῖνται. Κύστις δὲ νευρώδης οὔλη

καὶ μεγάλη· ἕκαθεν δὲ κύστιος μετοχὴ, εἰς ὃ πέφυκε. Καὶ τὰ μὲν ἓξ

ἀνὰ μέσον ἐντὸς φύσις ἐκοσμήθη. Οἰσοφάγος δὲ ἀπὸ γλώσσης τὴν

ἀρχὴν ποιεύμενος ἐς κοιλίην τελευτᾷ, ὃν δὴ καὶ ἐπὶ σηπτικῆς κοι-

λίης στόμαχον καλέουσιν. Πρὸς δὲ ἀκάνθης ὄπισθεν ἥπατος φρένες

πεφύκασιν. ᾿Εκ δὲ πλευρῆς νόθης, λέγω δὲ ἀριστερῆς, σπλὴν ἀρξά-

μενος ἐκτέταται ὁμοιορυσμὸς ἴχνει ποδός. Κοιλίη δὲ ἥπατι παρα-

κειμένη κατ' εὐώνυμον μέρος οὐλομελής ἐστι νευρώδης. ᾿Απὸ δὲ

κοιλίης πέφυκεν ἔντερον ὁμοιορυσμὸν, μικρὸν, πηχέων οὐκ ἔλασσον

δώδεκα, ἑλικηδὸν ἐν κόλποις ἐνειλούμενον, ὃ καλέουσιν ἔνιοι κῶλον,

δι' οὗ ἡ παραφορὰ τῆς τροφῆς γίνεται. ᾿Απὸ δὲ κώλου πέφυκεν ἀρ-

χὸς λοίσθιος, σάρκα περιπληθέα ἔχων, ἐς ἄκρον δακτυλίου τελευ-

τῶν. Τὰ δὲ ἄλλα ἡ φύσις διετάξατο.